Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 5
Athanasius Alexandrinus, Epistula ad Afros 5.3
Not analysed yet
οὐ γὰρ αἱ λέξεις αὐτοὺς λυποῦσιν, ἀλλ’ ἡ ἐν αὐταῖς γενομένη κατάκρισις αὐτῶν. καὶ τούτων δὲ πάλιν αἴτιοι γεγόνασιν αὐτοί· καὶ εἰ τοῦτο κρύπτειν αὐτοὶ θέλουσι καίτοι γινώσκοντες, ἀλλ’ ἡμᾶς ἀκόλουθον εἰπεῖν, ἵνα καὶ ἐκ τούτων ἡ μετὰ ἀληθείας ἀκρίβεια τῆς μεγάλης συνόδου δειχθῇ.