Ancient Greek · ~2 min
2.1 to 2.2
Athanasius Alexandrinus, Epistula ad Dracontium 2.1-2
Not analysed yet
Ποία οὖν ἐπὶ τοῖς τοιούτοις ἀπολογία παρὰ σοῦ δοθήσεται; ποίοις ἂν ἀπονίψασθαι καὶ ἀπομάξασθαι λόγοις τὰς τοιαύτας αἰτίας δυνήσῃ; πῶς θεραπεύσεις τοὺς διὰ σὲ πεσόντας καὶ σκανδαλιζομένους; ἢ πῶς μετὰ τὸ σχισθῆναι τὴν εἰρήνην συρράψαι ταύτην δυνήσῃ; ὦ ἀγαπητὲ Δρακόντιε, ἀντὶ χαρᾶς λύπην ἡμῖν πεποίηκας, ἀντὶ παραμυθίας στεναγμόν. προσεδοκῶμεν γὰρ παραμυθίαν ἔχειν σε μεθ’ ἡμῶν καὶ νῦν βλέπομεν φεύγοντά σε καὶ ὁρῶμεν ὅτι κρινόμενος μὲν ἐλεγχθήσῃ, κινδυνεύων δὲ μεταμεληθήσῃ. καὶ τίς φείσεται, ὡς ὁ προφήτης εἴρηκεν, ἐπὶ σοί ; τίς ἀνακάμψει ἐπὶ σὲ εἰς εἰρήνην ὁρῶν τοὺς ἀδελφούς, δι’ οὓς Χριστὸς ἀπέθανε, βλαβέντας ἐπὶ τῇ σῇ φυγῇ;