Ancient Greek
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 1
Athanasius Alexandrinus, Epistula ad Dracontium 1.3
Not analysed yet
καὶ γὰρ ἡ ἐκ παραδόξου γενομένη συμφωνία ἐν τῇ Ἀλεξανδρέων χώρᾳ ἐν τῇ σῇ καταστάσει ἐξ ἀνάγκης σχισθήσεται διὰ τὴν σὴν ἀναχώρησιν· καὶ ἡ ἐπισκοπὴ δὲ τῆς χώρας αὐτῆς ὑπὸ πολλῶν ἁρπαγήσεται καὶ πολλῶν οὐκ ὀρθῶν, ἀλλ’ ὧν οἶδας καὶ αὐτός. καὶ ἐθνικοὶ δὲ οἱ ἐπαγγελλόμενοι Χριστιανοὶ γίνεσθαι ἐπὶ τῇ σῇ καταστάσει ἀπομενοῦσιν Ἕλληνες τῆς σῆς εὐλαβείας ἐξουθενούσης τὴν δοθεῖσαν χάριν.