Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 4
Athanasius Alexandrinus, Epistula ad Dracontium 4.5
Not analysed yet
διὰ τοῦτο καὶ σπουδὴ τῷ ἁγίῳ ἦν μέχρι τοῦ Ἰλλυρικοῦ κηρύττειν καὶ μὴ ὀκνεῖν μηδὲ εἰς τὴν Ῥώμην ἀπελθεῖν μηδὲ εἰς τὰς Σπανίας ἀναβῆναι ,ἵνα ὅσον κοπιᾷ τοσοῦτον καὶ τοῦ κόπου τὸν μισθὸν μείζονα ἀπολάβῃ. ἐκαυχᾶτο οὖν τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος καὶ ἐθάρρει τὸν μέγαν στέφανον ἀποληψόμενος. οὐκοῦν, ἀγαπητὲ Δρακόντιε, τίνα μιμούμενος τοῦτο ποιεῖς; τοῦτον ἢ τοὺς μὴ τοιούτους; ἐγὼ μὲν εὔχομαί σε καὶ ἐμαυτὸν πάντων τῶν ἁγίων μιμητὰς γενέσθαι.