Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 4
Athanasius Alexandrinus, Epistula ad Dracontium 4.4
Not analysed yet
τίνα μὲν μιμεῖσθαί σε θέλουσιν ἐκεῖνοι; τὸν διστάζοντα καὶ θέλοντα μὲν ἀκολουθῆσαι, ὑπερτιθέμενον δὲ καὶ συμβουλευόμενον διὰ τοὺς ἰδίους ,ἢ τὸν μακάριον Παῦλον τὸν ἅμα τῷ τὴν οἰκονομίαν ἐγχειρισθῆναι μὴ προσαναθέμενον σαρκὶ καὶ αἵματι ; εἰ γὰρ καὶ ἔλεγεν οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος ,ὅμως γινώσκων ὃ ἔλαβε καὶ οὐκ ἀγνοῶν τὸν δεδωκότα ἔγραφεν· οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι · ὥσπερ δὲ τὸ οὐαί μοι οὐκ εὐαγγελιζόμενος οὕτως διδάσκων καὶ κηρύσσων τὸ εὐαγγέλιον χαρὰν καὶ στέφανον εἶχε τοὺς μαθητευομένους.