Ancient Greek · ~3 min
6.1 to 6.2
Athanasius Alexandrinus, Epistula ad Dracontium 6.1-2
Not analysed yet
Μὴ τοίνυν ἄλλα παρὰ ταῦτα συμβουλεύου. μᾶλλον γὰρ ἡμῶν οἶδεν ὁ κύριος τὰ ἡμῶν καὶ οἶδε τίσιν ἐγχειρίζει τὰς ἑαυτοῦ ἐκκλησίας. κἂν γὰρ μὴ ἄξιός τις τυγχάνῃ, ἀλλὰ μὴ πρὸς τὸν πρότερον βίον ἀποβλεπέτω, ἀλλὰ τὴν διακονίαν ἐκτελείτω, ἵνα μὴ πρὸς τῷ βίῳ καὶ τὴν ἐκ τῆς ἀμελείας κατάραν ἀπενέγκηται. ἆρα γάρ, ἀγαπητὲ Δρακόντιε, ταῦτα γινώσκων καὶ συνετὸς τυγχάνων οὐ κατανύττῃ τὴν ψυχήν; οὐ φροντίζεις μὴ ἀπόληταί τις τῶν ἐγχειρισθέντων σοι; οὐ φλέγῃ ὡς ὑπὸ πυρὸς τοῦ συνειδότος; οὐ φοβῇ τὴν ἡμέραν τῆς κρίσεως, ἐν ᾗ οὐδεὶς τῶν συμβουλευόντων νῦν ἐκεῖ γενήσεται βοηθός; ἕκαστος γὰρ τῶν ἐγχειρισθέντων αὐτῷ καὶ λόγον ἀποδώσει.