Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 6
Athanasius Alexandrinus, Epistula ad Dracontium 6.3
Not analysed yet
τί γὰρ ὤνησε τὸν κρύψαντα τὸ δηνάριον ἡ πρόφασις; ἢ τί ὠφέλησε τὸν Ἀδὰμ εἰρηκότα ἡ γυνή με ἠπάτησεν ; ἀγαπητὲ Δρακόντιε, εἰ καὶ ἀληθῶς ἀσθενὴς τυγχάνεις, ἀλλὰ ἀναλαβεῖν σε τὴν φροντίδα πρέπει, ἵνα μὴ τῆς ἐκκλησίας ἐρήμου τυγχανούσης οἱ ἐχθροὶ ταύτην βλάψωσι πρόφασιν εὑρόντες τὴν σὴν φυγήν. πρέπει σε ἀναζώσασθαι, ἵνα μὴ μόνους ἡμᾶς ἀφῇς ἐν τῷ ἀγῶνι· πρέπει σε συγκαμεῖν, ἵνα μετὰ πάντων καὶ τὸν μισθὸν ἀπολάβῃς.