Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 7
Athanasius Alexandrinus, Epistula ad Dracontium 7.2
Not analysed yet
οὐ γὰρ σὺ μόνος ἐκ μοναχῶν κατεστάθης οὐδὲ σὺ μόνος προέστης μοναστηρίου ἢ μόνος ὑπὸ μοναχῶν ἠγαπήθης, ἀλλ’ οἶδας, ὅτι καὶ Σεραπίων μοναχός ἐστι καὶ τόσων μοναχῶν προέστη· οὐκ ἔλαθέ σε πόσων μοναχῶν πατὴρ γέγονεν Ἀπολλώς· οἶδας Ἀγαθὸν καὶ οὐκ ἀγνοεῖς Ἀρίστωνα, μνημονεύεις Ἀμμωνίου τοῦ μετὰ Σαραπίωνος ἀποδημήσαντος, ἴσως δὲ ἤκουσας καὶ περὶ Μουΐτου ἐν τῇ ἄνω Θηβαΐδι καὶ δύνασαι μαθεῖν περὶ Παύλου τοῦ ἐν τῇ Λατῶν καὶ περὶ ἄλλων πολλῶν.