Ancient Greek
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 7
Athanasius Alexandrinus, Epistula ad Dracontium 7.1
Not analysed yet
Σπεῦδε τοιγαροῦν, ἀγαπητέ, μηκέτι βραδύνων μηδὲ ἀνέχου τῶν σε κωλυόντων, ἀλλὰ τοῦ δεδωκότος μνήσθητι· καὶ δεῦρο πρὸς ἡμᾶς τοὺς ἀγαπῶντάς σε τοὺς συμβουλεύοντάς σοι τὰ τῶν γραφῶν, ἵνα καὶ παρ’ ἡμῶν προπεμφθῇς καὶ λειτουργῶν ἐν ταῖς ἐκκλησίαις μνημονεύσῃς καὶ ὑπὲρ ἡμῶν.