Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 8
Athanasius Alexandrinus, Epistula ad Dracontium 8.1
Not analysed yet
Μὴ τοίνυν κωλυέτωσάν σε μοναχοὶ ὡς μόνον ἐκ μοναχῶν κατασταθέντα, μηδὲ σὺ προφασίζου ὡς χείρων σεαυτοῦ ἐσόμενος· δύνασαι γὰρ καὶ καλλίων γενέσθαι μιμούμενος τὸν Παῦλον, ζηλῶν τῶν ἁγίων τὰς πράξεις. οἶδας γάρ, ὅτι οἱ τοιοῦτοι οἰκονόμοι τῶν μυστηρίων κατασταθέντες μᾶλλον κατὰ σκοπὸν ἐδίωκον εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως .