Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 8
Athanasius Alexandrinus, Epistula ad Dracontium 8.2
Not analysed yet
πότε Παῦλος ἐμαρτύρησε καὶ τὸν στέφανον λαβεῖν προσεδόκησεν, εἰ μὴ ὅτε ἀπεστάλη διδάσκειν; πότε Πέτρος ὡμολόγησεν, εἰ μὴ ὅτε εὐηγγελίζετο καὶ ἁλιεὺς ἀνθρώπων γέγονε; πότε Ἠλίας ἀνελήφθη, εἰ μὴ ὅτε πᾶσαν τὴν προφητείαν ἐπλήρωσε ; πότε Ἐλισσαῖος ἐν πνεύματι ἔσχε διπλᾶ ,εἰ μὴ ὅτε πάντα καταλιπὼν ἠκολούθησε τῷ Ἠλίᾳ; διὰ τί δὲ καὶ ἐξελέξατο μαθητὰς ὁ σωτήρ, εἰ μὴ ἵνα καὶ ἀποστείλῃ;