Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 9
Athanasius Alexandrinus, Epistula ad Dracontium 9.2
Not analysed yet
μὴ οὖν ταῦτα προβαλλέτωσαν οἱ συμβουλεύοντές σοι. εἴδομεν γὰρ καὶ ἐπισκόπους νηστεύοντας καὶ μοναχοὺς ἐσθίοντας. εἴδομεν καὶ ἐπισκόπους μὴ πίνοντας οἶνον, μοναχοὺς δὲ πίνοντας· εἴδομεν καὶ σημεῖα ποιοῦντας ἐπισκόπους, μοναχοὺς δὲ μὴ ποιοῦντας. πολλοὶ δὲ τῶν ἐπισκόπων οὐδὲ γεγαμήκασι, μοναχοὶ δὲ πατέρες τέκνων γεγόνασιν· ὥσπερ καὶ ἐπισκόπους πατέρας τέκνων καὶ μοναχοὺς ἐξ ὁλοκλήρου γένους τυγχάνοντας. καὶ πάλιν εἴδομεν κληρικοὺς πεινῶντας, μοναχοὺς δὲ νηστεύοντας. ἔξεστι γὰρ καὶ οὕτως, καὶ ἐκείνως οὐ κεκώλυται. ἀλλὰ πανταχοῦ τις ἀγωνιζέσθω· καὶ γὰρ ὁ στέφανος οὐ κατὰ τόπον, ἀλλὰ κατὰ τὴν πρᾶξιν ἀποδίδοται.