Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 9
Athanasius Alexandrinus, Epistula ad Dracontium 9.1
Not analysed yet
Οθεν τούτους ἔχων τύπον, ἀγαπητὲ Δρακόντιε, μὴ λέγε μηδὲ πείθου τοῖς λέγουσιν ἁμαρτίας εἶναι πρόφασιν τὴν ἐπισκοπὴν μηδὲ ὅτι ἐκ ταύτης ἀφορμὴ τοῦ ἁμαρτάνειν ἐστίν. ἔξεστι γὰρ καὶ ἐπίσκοπον ὄντα σε πεινᾶν καὶ διψᾶν ὡς ὁ Παῦλος ,δύνασαι μὴ πιεῖν οἶνον ὡς ὁ Τιμόθεος καὶ νηστεύειν καὶ αὐτὸς συνεχῶς, ὡς ὁ Παῦλος ἐποίει ,ἵνα κατ’ ἐκεῖνον οὕτως νηστεύων χορτάζῃς ἄλλους ἐν τοῖς λόγοις καὶ διψῶν ἐν τῷ μὴ πιεῖν ποτίζῃς ἄλλους διδάσκων.