Ancient Greek
560.5
Athanasius Alexandrinus, Epistula Ad Maximum 560.5
Unproofread scanNot analysed yet
1. Ἐντυχὼν τοῖς νῦν γραφεῖσι παρὰ σοῦ, τὴν μὲν σὴν εὐλάβειαν ἀπεδείξαμην (22), τὴν δὲ προπέτειαν τῶν μὴ νοούντων μήτε λέγουσι, μήτε περὶ τίνωνδιαβεβαιοῦνται, ἐπὶ πολὺ θαυμάσας, ἐδουλεύσαμην ἀληθῶς σωπήσει. Τὸ γὰρ ἐπὶ τοῖς οὕτω φανεροῖς καὶ πλέον φωτὸς λάμπουσιν ἀποκρίνασθαι, οὐδὲν ἕτερόν ἐστιν ἢ προφράσεις ἀνασχοῦντας τοῖς οὕτω παρανομοῦσι παρἔχειν. Καὶ τοῦτο παρὰ τοῦ Σωτῆρος μεμαθήκαμεν. Νιψαμένου γὰρ τῷ Πιλάτῳ καὶ καταλαβομένου τὴν συκοφαντίαν τῶν τότε Ἰουδαίων, οὐχ ἔτι ἀπεκρίνατο αὐτῷ ὁ Κύριος, ἀλλὰ μᾶλλον ἐχρημάτισε τῇ τούτου γυναικί, ἵνα μὴ ἐν λόγῳ, ἀλλὰ ἐν δυνάμει πιστευθῇται ὁ κρινόμενος εἶναι (23) Θεός. Τῷ δὲ Καϊάφᾳ μὴ ἀποκρινόμενος πρὸς τὴν ψυφίαν, αὐτὸς τῇ ἐπαγγελίᾳ τοὺς πάντας εἰς γνῶσιν μετήγαγεν. Ἐπὶ πολὺ γοῦν ὑπεριθεὶςμενος καὶ ὁρῶν τὴν τῶν ἀναιδεωμένων λογομαχίαν, μόλις ἠθέλησεν τὸν σὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον, καὶ ὑπηγόρευσα οὐδὲν πλέον τῶν παρὰ σοῦ γραφέντων, ἵν᾿ οἱς ἀντείρηκεν ὁ ἐναντίος, τούτοις λοιπὸν πεισθῇ, παῦσιν τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χεῖλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Καὶ γένοιτο μὲν τοὺς τοιούτους μηκέτι ὀνειδίζει μετὰ τῶν παροδεύντων τότε Ἰουδαίων τὸν κρεμαμένον ἐπὶ ξύλου, Εἰ Υἱὸς ἐστι τοῦ Θεοῦ, σώσει αὐτόν· ἐὰν δὲ ἄρα μηδὲ οὕτως καταδύνηται, ἀλλὰ σὺ τῆς ἀποστολικῆς μνημονεύων παραγγελίας, αἱρετικὸν ἄνθρωπον μετὰ μιᾶν καὶ δευτέραν νουθεσίαν παραίτου, εἰδώς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἀμαρτάνει ὧν αὐτοκατάκριτος. Εἰ μὲν γὰρ Ἕλληνες ἢ τῶν Ἰουδαίζοντων (24) εἰσὶν οἱ τὰ τοιαῦτα τολμῶντες, ὡς μὲν