Ancient Greek
561.2
Athanasius Alexandrinus, Epistula Ad Maximum 561.2
Unproofread scanNot analysed yet
2. Εἰ δὲ ἀμφιβάλλουσιν, ὅτι καὶ Θεὸς ἐστιν, αἰδεσθῶσαν τὸν Θωμᾶν τὸν ψηλαφήσαντα τὸν ἐσταυρωμένον, καὶ λέγοντα Κύριον αὐτὸν εἶναι καὶ Θεόν. Καὶ φοβεῖσθωσαν αὐτὸν τὸν Κύριον, τὸν μετὰ τὸ νῦσαι τοὺς πόδας τῶν μαθητῶν λέγοντα· Ὑμεῖς φωνεῖτέ με ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ (25). Ἐν ᾧ δὲ σώματι τυγχάνων ἐνῆφε τοὺς πόδας, ἐν τούτῳ τὰς ἁμαρτίας ἡμῶν ἀνῆνεγκεν ἐπὶ τὸ ξύλον. Ἐμαρτυρεῖ τε δεσπότης τῆς κτίσεως, συστελόμενος μὲν τοῦ ἡλίου μᾶς ἀκτῖνας, καὶ τῆς γῆς τρεμούσης, καὶ τῶν πετρῶν (26) σχιζομένων, καὶ τῶν δημίων ἐπιγινώσκων, ὅτι ἀληθῶς Θεοῦ Υἱὸς ἐστιν ὁ σταυρωθεὶς. Οὐ γὰρ ἀνθρώπου τινὸς ἦν τὸ βλεπόμενον σῶμα, ἀλλὰ Θεοῦ, ἐν ᾧ τυγχάνων καὶ ὅτε ἐσταυροῦτο, ἤγειρε νεκρούς. Διὸ οὐδὲ καλὸν ἐκεῖνο (27) αὐτῶν τολμημα τὸ λέγειν, ὅτι εἰς ἀνθρώπον τινα ἅγιον ἐγένετο ὁ τοῦ Θεοῦ Λόγος (τοῦτο γὰρ ἐν ἑκάστῳ ἐγένετο (28) τῶν προφητῶν καὶ τῶν ἄλλων ἁγίων), ἵνα μὴ καθ' ἕκαστον γεννώμενος καὶ πάλιν ἀποθνῄσκων φαίνηται. Οὐχ ἔστι δὲ οὕτως· μὴ γένοιτο! Ἄλλ' ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας αὐτὸς ὁ Λόγος σὰρξ ἐγέννετο, καὶ ἐκ Marias τῆς Παρθένου προῆλθεν ἀνθρώπος καθ' ὁμοίωσιν ἡμετέραν, ὡς καὶ πρὸς 'Ιουδαίους C εἶπεν· Τί ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Οὐχ ἀνθρώπου τε τινὸς λαμβάνοντες, θεοποιούμεθα.