Ancient Greek
562.2
Athanasius Alexandrinus, Epistula Ad Maximum 562.2
Unproofread scanNot analysed yet
4. Ταῦτα τοίνυν κατανοῶν ὁ ἄπιστος, μαθῆτω, ὅτι βρέφος μὲν ἦν ἐπὶ φάτνης, τοὺς δὲ μάγους ὑπέταξε προσκυνούμενος ὑπ’ αὐτῶν· καὶ παιδίον μὲν εἰς Αἴγυπτον κατέβη, τὰ δὲ χειροποίητα τῆς εἰδωλολατρίας κατέτρησε· καὶ ἐσταυρωμένος σαρκί, νεκροὺς ἐκ πολλοῦ χρόνου σαπέντας (32) ἤγειρε. Καὶ δέδεικται πᾶσιν, ὅτι οὐ δι’ ἑαυτὸν, ἀλλὰ δι’ ἡμᾶς ὑπέμεινε πάντα, ἐν ἧμεις, τοῖς ἐκεῖνου παθήμασις ἀπάθειαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι, διαμελωμεν εἰς ζωὴν αἰώνιον.