Ancient Greek
Page 77
Athanasius Alexandrinus, Epistula ad Rufinianum 77
Not analysed yet
Σὺ μὲν τὰ υἱῷ ἠγαπημένῳ πρέποντα πρὸς πατέρα γράφεις· ἐγγίσαντα γοῦν σε διὰ τοῦ γράμματος περιεπτυξάμην, πάντων ἐμοὶ ποθεινότατε Ῥουφινιανέ. Κἀγὼ δὲ ὡς υἱῷ δυνάμενος γράφειν ἔν τε προοιμίοις καὶ μέσοις καὶ τελευταίοις, ἐπέσχον, ἵνα μὴ ἐκ γραμμάτων ἡ σύστασις καὶ ἡ μαρτυρία γνωρίζηται· ‘σὺ γὰρ ἐμοὶ ἐπιστολή, κατὰ τὸ γεγραμμένον, ἐπιγινωσκομένη καὶ ἀναγινωσκομένη ἐν καρδίᾳ’. Οὕτω τοίνυν διακείμενος, ναί, πίστευε, προσαγορεύω σε καὶ προτρέπω γράφειν· οὐ γὰρ ὀλίγως, ἀλλὰ μεγάλως εὐφραίνεις τοῦτο ποιῶν. Ἐπειδὴ δὲ φιλοκάλως καὶ ἐκκλησιαστικῶς, τοῦτο γὰρ πάλιν πρέπει τῇ σῇ εὐλαβείᾳ, ἠρώτησας περὶ τῶν δι' ἀνάγκην ὑποσυρέντων μέν, μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ, καὶ ἠθέλησας γράψαι με τὰ δόξαντα περὶ αὐτῶν ἐν ταῖς συνόδοις καὶ πανταχοῦ, γίνωσκε, κύριέ μου ποθεινότατε, ὅτι ἐν ἀρχῇ μὲν παυσαμένης