Ancient Greek
437.2
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 437.2
Unproofread scanNot analysed yet
5. Τοσαύτη δὲ φυλάττεται παρ’ αὐτοῖς ὑπακοή, ὡς μὴ τολμῆσαι τινὰ ἕκτος τοῦ ἀββᾶ μήτε τοῦ κελλίου ὅπου καθίζει προβαίνειν· οὕτω δὲ τὰ παρ’ αὐτοῦ προστασσόμενα ἐπιτελεῖν σπουδάζουσιν, ὡς παρὰ Θεοῦ ταῦτα δεχόμενοι. Καθήμενοι δὲ ἐν τοῖς ἰδίοις κελλίοις, τοῖς ἔργοις τε καὶ τῇ μελέτῃ, καὶ τῇ προσευχῇ προσκείμενοι, καὶ μετὰ σπουδῆς προσέχοντες, ἐπειδὰν ἀκούσωσι τοῦ κρούοντος τὴν θύραν τοῦ κελλίου ἢ εἰς τὴν κοινὴν προσευχήν, ἢ πρὸς τι ἔργον τούτους προσκαλουμένου, παραχρῆμα πάντα ὁμοῦ ἀφέντες, πρὸς τὸ ἐπιταχὲν ὁρμῶσι, πάση σπουδῇ τῆς τῆς ὑπακοῆς ἀρετῆς ζηλοῦντες· ἣν οὐ μόνον τοῦ ἔργου τῶν χειρῶν, ἀναγνώσεως τε καὶ τῆς ἐν κελλίῳ ἡσυχίας, ἀλλὰ καὶ πασῶν ἀρετῶν προτιμῶσι, καὶ ταύτης ἅπαντα δεύτερα τίθενται.