Ancient Greek
449.36 to 449.52
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 449.36-52
Unproofread scanNot analysed yet
δοκοῦσιν ἔχειν τὰς ἀφορμὰς, καὶ τρόπον τινὰ ὡς ἐμφυτα, καὶ ἀπὸ γενέσεως ἔχοντα τὴν ἀρχὴν ὅθεν καὶ διὰ μακροῦ χρόνου νικῶνται. Ἡ δὲ τῆς φιλαργυρίας νόσος ἐξωθεν ἐπερχομένη εὐχερέστερον ἐκκάπτεσθαι δύναται, εἰ ἐπιμελείας τύχοι καὶ προσοχῆς ἀμεληθεῖσα δὲ θλεθριωτέρα τῶν ἄλλων παθῶν κ. λ συναπόληπτος γίνεται ρίζα γὰρ πάντων τῶν κακῶν ἐστὶ κατὰ τὸν Ἀπόστολον. Σκοπῶσωμεν δὲ οὕτως. Τοῦ σώματος αἱ φυσικαὶ κινήσεις οὐ μόνον ἐν τοῖς παισὶ θεωροῦνται, ἐν οἷς οὔπω διάγνωσις ἀγαθοῦ τε καὶ κακοῦ τυγχάνει, ἀλλὰ καὶ ἐν τοῖς βραχυτάτοις καὶ γαλουχομενοῖς νηπίοις, ἀτίνα, μηδὲ ἔχους ἔχοντα σαρκικῆς ἡδονῆς, ὅμως ἐν τῇ σαρκὶ σημαίνουσι κίνησιν. Ὁμοίως δὲ τοῦ θυμοῦ τὸ κέντρον ἐν τοῖς νηπίοις θεωρεῖται, ὅταν συγκινούμενα ταῦτα πρὸς τοὺς ἄλυπηκότητας ὁρῶμεν. Καὶ ταῦτα λέγω, οὐ τὴν φύσιν κακίλων, ὡς ἁμαρτίας αἰτίαν, μὴ γένοιτο! ἀλλ' ἵνα δείξω, ὅτι θυμὸς μὲν καὶ ἐπιθυμία, καὶ ἐπ' ἀγαθὸν παρὰ τοῦ Θεοῦ τοῦ δημιουργοῦ συνεξεύχθσαν τῷ