Ancient Greek
452.1
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 452.1
Unproofread scanNot analysed yet
ἀμαλῶν [ἀναλῶ] εἰς τὸν ἴδιον οἶκον, μήποτε ποιεῖσθαι ποιήσαι τὰς καρδίας τῶν ἀδελφῶν αὐτοῦ. »Ἔστι τῆς μαρτυρίας ταύτης ἀσφαλέστερον τι ἢ σαφέστερον; Οὐκ ἄρα διὰ τούτων μανθανόμεν ὅτι ἀποτασόμενοι τῷ κόσμῳ τελείως ἀποτάσσεσθαι, καὶ οὕτως ἐπὶ τοὺς πόλεμον ἐκβαίνειν, εἰ μὴ διὰ τοῦ βαλεῖν ἀρχὴν χαύνην καὶ διεθαρμένην ἀνατρέπεν τοὺς ἄλλους ἀπὸ τῆς εὐαγγελικῆς τελειότητος. Ἐπειδὴ δὲ τινες τὸ καλῶς εἰρημένον τῇ Γραφῇ · «Μακάριόν ἐστι διδόναι, ἢ λαμβάνειν, »κακῶς ἐρμηνεύουσι, βιαζόμενοι πρὸς τὴν ἰδίαν ἀπάτην καὶ τὴν τῆς φιλαργυρίας ἐπιθυμίαν τὴν ἔνοιαν τοῦ ῥήτου παραλογιζόμενοι, καὶ τὴν τοῦ Κυρίου διδασκαλίαν τὴν λέγουσαν · «Εἰ θέλεις τελείος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι · »καὶ κρίνουσι τῆς ἀκτημοσύνης μακαριώτερον τὸ ἔχουσιάζειν τοῦ ἰδίου πλούτου, καὶ ἐκ τῆς τούτου περιουσίας διδόναι τοῖς δεομένοις · γινωσκέτωσαν οἱ τοιούτοι μήπω ἀποτετάχθαι τῷ κόσμῳ, μηδέ ἐπιθυμεῖν τῆς μοναχικῆς τελειότητος, ἐφ’ ὧν ἐπαίσχύνονται τὴν ὑπὲρ Χριστοῦ ἐνδοξὸν μετὰ τοῦ Ἀποστόλου ἀναλαβεῖν πτωχείαν, καὶ τὴν τῶν χειρῶν ἐργασίαν ἑαυτοῖς τε καὶ τοῖς δεομένοις ὑπηρετεῖν. Εἰ δὲ ἐπιθυμοῦσι τὴν ἔργῳ πληρῶσαι τὴν μοναδικὴν ἐπαγγελίαν, καὶ μετὰ τοῦ Ἀποστόλου δοξασθῆναι διασπορίσαντες τὸν παλαιὸν πλοῦτον ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, μετὰ τοῦ Παύλου ἀγωνιζέσθωσαν τὸν καλὸν ἄγωνα. Καὶ γὰρ εἰ τὸ ἔχειν παλαιὸν πλοῦτον ἀναγκαϊότερον ἐγίνωσκεν πρὸς τελείωσιν ὁ αὐτὸς Ἀπόστολος, οὐκ ἂν κατεφρόνησε τῆς πρώτης αὐτοῦ ἀξίας· ἐπίσημον γὰρ λέγει ἑαυτὸν γεγονέναι, καὶ πολίτην Ῥωμαίων. Καὶ οἱ ἐν Ἱεροσολύμοις δὲ, οἵτινες ἐπώλουν τὰς οἰκίας αὐτῶν καὶ τοὺς ἀγροὺς, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, οὐκ ἂν τοῦτο ἐπράττον, εἰ κεχρημένον ἐγίνωσκον ὑπὸ τῶν ἀποστόλων μακαριώτερον εἶναι, τοῖς ἰδίοις χρήμασι τρέφεσθαι καὶ μὴ καμᾶν ἴδιῳ καὶ τῇ τῶν χειρῶν ἐργασίᾳ. Σαφέστερον δὲ διδάσκει περὶ τούτου ὁ εἰρημένος Ἀπόστολος, ἐν οἷς γράφει Ῥωμαίοις· «Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῆσαι τοῖς ἁγίοις. Ἡδοχὸν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. »Οὕτως δὲ δέξαιμο, καὶ φυλακαὶς πολλάκις, καὶ τῇ σκυλῇ τῆς ὀδοιπορίας ὑποβληθείς, καὶ ἐμποδιζόμενος ἐκ τούτου, ὡς εἴδοι, ταῖς ἰδίαις χερσὶ προσποριζόμενος ἑαυτῷ τὰς χρείας, ταύτας εἰληφέναι διδάσκει παρὰ τῶν ἀδελφῶν, τῶν ἀπὸ Μακεδονίας πρὸς αὐτὸν ἐλθόντων φάσκων · «Τὸ γὰρ ὑστέρημά μου ἀνέπληρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας · »καὶ Φιλιππησίοις · «Ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου ἐξελθόντος μου ἀπὸ Μακεδονίας οὐδεμίαν Ἐκκλησίαν ἐκοινώνησεν εἰς λόγον δόσεως ἢ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι· ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δις ἐπέμψάτε μοι τὴν χρείαν. »Ἔστωσαν