Ancient Greek
455.2
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 455.2
Unproofread scanNot analysed yet
D τριδόμεν, ἐξὼν καὶ ἀπὸ τοῦ παλαιοῦ νόμου μαθεῖν τοῦτο, δὲ καὶ συγκατάθεσιν τῆς ἀκριβείας ἔχειν δοκῶν, τἀδε φησὶ· «Μὴ μισήσῃς τὸν ἀδελφόν σου ἐν τῇ καρδίᾳ σου· »καὶ πάλιν· «Ὁδοὶ μνησικάκων εἰς θάνατον. »Καὶ ἐνταῦθα γὰρ οὐ μόνον τὴν κατ’ ἐνέργειαν, ἀλλὰ καὶ τὴν κατὰ διάνοιαν ὀργὴν καὶ λύει καὶ κολάζει. Διὸ προσήκει, τοὺς θεῖοις νόμοις ἀκολουθοῦντας, πάσῃ δυνάμει ἀγωνίζεσθαι κατὰ τοῦ πνεύματος τῆς ὀργῆς, καὶ κατὰ τὴν ἐνδον ἐν ἡμῖν ἀποκειμένην νόσον· καὶ μὴ, κατὰ τῶν ἀνθρώπων τὸν θυμὸν κινῶντας, ἐρημίαν καὶ μόνωσιν μεταδιώ-