Ancient Greek
457.3
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 457.3
Unproofread scanNot analysed yet
5. Πέμπτος ἡμῖν ἐστίν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ ἐπισκοτοῦντος τῇ ψυχῇ ἀπὸ πάσης D πνευματικῆς θεωρίας, καὶ κωλύοντος αὐτὴν ἀπὸ πάσης ἀγαθῆς ἐργασίας. Ὅταν γὰρ τὸ πονηρὸν τοῦτο πνεῦμα περιδράξεται τῆς ψυχῆς, καὶ δῆγν αὐτὴν σκοτίσῃ, οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγχωρεῖ, οὐ τῶν ἱερῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἰγχαρτερεῖν, πράον καὶ εὐτάκτικον πρὸς τοὺς ἀδελφούς εἶναι οὐ συγχωρεῖ, καὶ πρὸς πάντα τῶν ἔργων τὰ ἐπιτηδεύματα, καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγγελίαν μῖσος ἐμποιεῖ. Καὶ πάντα ἀπλῶς τὰ σωτηριώδη βουλεύματα τῆς ψυχῆς ἡ λύπη συγχέεσα καὶ τὴν εὐσυνίαν αὐτῆς, καὶ χαρτερίαν παραλύσασα, ὡς