Ancient Greek
460.2
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 460.2
Unproofread scanNot analysed yet
7. Ἔβδομος ἡμῖν ἐστὶν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς κενοδοξίας, πολυμόρφου τοῦτο καὶ λεπτοτάτου πά-θους, καὶ οὐδὲ ὑπ’ αὐτοῦ τοῦ πειραζομένου καταλαμβα-νόμενον. Καὶ γὰρ τῶν ἄλλων παθῶν αἱ προσβολαὶ φα-νερώτεραι τυγχάνουσι, καὶ εὐκολώτερον πῶς τὴν πρὸς ταῦτα μάχην κέκτηνται, καὶ τῆς ψυχῆς τὸν πόλεμον ἐπιγιγνωσκομένης διὰ τῆς ἀντιρρήσεως καὶ προσευχῆς τοῦτον ἀνατρεποῦσιν. Ἡ δὲ τῆς κενοδοξίας κακία, πολυμόρφος οὖσα, καθὼς εἴρηται, δυσκαταγνώστος τυγχάνει. Καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι παρυφίστα-ται ἐν τε σχήματι, καὶ μορφῇ, καὶ βαδίσματι, καὶ λόγῳ. καὶ ἐν ἀρρυθμίαις, καὶ ἐν νηστείαις, καὶ ἐν προσευχῇ, καὶ ἐν ἀναγνώσει, καὶ ἐν ἡσυχίᾳ, καὶ ἐν μακροθυμίᾳ. Διὰ πάντων γὰρ τούτων ἐπιχειρεῖ τὸν στρατιώτην τοῦ Χριστοῦ κατασχεῖν. Καὶ γὰρ δυνείαν μὴ δυνήνη διὰ πολυτελείας ἐνδυμάτων πρὸς κενοδοξίαν ἀπατήσει, τοῦτον δι’ εὐτελοῦς ἐσθῆτος ἐπιχειρεῖ πει-ράζειν. Καὶ τὸν οὐχ ἡδυνήθη διὰ τιμῆς ἐθράπει, τοῦτον διὰ τοῦ φέρειν ὀρθὴν ἀτιμίαν εἰς ἀπόνοιαν αἴρει· καὶ ὃν οὐχ ἡδυνήθη διὰ τῆς ἐπιστήμης τοῦ λόγου πείσαι κενοδοξεῖν, τοῦτον τῇ σωφίᾳ ὡς ἡσυχὸν διδάξει· καὶ τὸν οὐχ ἡδυνήθη πολυτελεῖ βρωμάτων γαυνοῦναι, τοῦτον διὰ νηστείας εἰς ἔπαινον ἐκλύει. Καὶ ἀπλῶς πᾶν ἔργον, πᾶν ἐπιτήδευμα, πρόφασιν πολέμου παρέχει τοῦτῳ τῷ δαιμονί. Ἔστι δὲ πρὸς τοῦτο καὶ κλῆρον φαντάζεται ὁ πολεμούμενος ὑπ’ αὐτοῦ. Μέ-μνημαι γὰρ τινὸς γέροντος, ὅνικα ἐν Σκήτῃ διέτρι-βον, ἀπελθόντος εἰς κελλίον τινὸς ἀδελφοῦ ἐπισκέψαις χάριν, καὶ ὡς ἐπλησίασε τῇ θύρᾳ τῆς κελλῆς, ἀκούει αὐτὸν λαλοῦντος ἔνδον· καὶ νομίσας ὁ γέρων ἀπὸ Γρα-φῆς αὐτὸν μελετῆν, ἔστη ἀκροώμενος, καὶ αἰσθανόμενος αὐτοῦ ὑπὸ δαιμονίου πειραζομένου, καὶ ἐαυτὸν γεϊροτονούντος διάκονον, καὶ τοῖς κατηχουμένοις ἀπό-λυσιν παρέχοντα. Ὡς οὖν ἤκουσε τοῦτο ὁ γέρων, τέ-λος ὤθησας τὴν θύραν εἰσῆλθε, καὶ ἀπαντήσας αὐτῷ ὁ ἀδελφὸς προσεκύνησε κατὰ τὸ ἔθος καὶ ἡξίου μα-θεῖν παρ’ αὐτοῦ, εἰ πολλὴν ὥραν ἔχει πρὸς τῇ θύρᾳ. Ὁ δὲ γέρων χαριέντως ἀπεκρίθη πρὸς αὐτόν· Ἄρτι, φησίν, ἦλθον, ὅτε σὺ τὴν ἀπόλυσιν τοῖς κατηχουμέ-νοις ἐπετέλειες. Τότε ὁ ἀδελφὸς, ἀκούσας ταῦτα, ἔπεσε παρὰ τοὺς πόδας τοῦ γέροντος, καὶ παρακαλεῖ αὐτὸν εἰχεῖν αὐτὸν ὑπὲρ αὐτοῦ, ἵνα δυνηθῇ τῆς τοιαύτης πλάνης. Τοῦτον δὲ ἐμνήσθη δεῖξαι βουλόμενος εἰς ὅσην ἀν-αισθησίαν φέρει τὸν ἄνθρωπον οὗτος ὁ δαίμων. Ὁ τοῖ-νυν βουλόμενος τελείως ἀθλῆσαι, καὶ τὸν τῆς δικαιο-σύνης στεφάνων ἀναδεξάσθαι, πᾶσι τρόποις σπουδάσει τὸ πολυμόρφου τοῦτο θηρίον νικᾶσθαι, πρὸ ὀφθαλμῶν ἔχων πάντοτε τὸ ὑπὸ τοῦ ἀγίου Δαυὶδ εἰρημένον· «Κύριε διέσκορπισεν ὅστέ ἀνθρωπαρέσκων »καὶ μηδὲν ποιεῖτω περιβλεπόμενος τὴν ἐξ ἀνθρώπων ἔπαινον, ἀλλὰ τὸν παρὰ Θεοῦ μεσθὸν ἐπιζητήσει, καὶ