Ancient Greek
636.2 to 637.2
Athanasius Alexandrinus, Fragmenta Varia 636.2-637.2
Unproofread scanNot analysed yet
Τὸ γεγράφαθαι, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, φανερῶς τὴν θεότητα δηλοῖ· τὸ δὲ, Ὁ Λόγος σὰρξ ἐγένετο, τὸν ἄνθρωπον τοῦ Κυρίου δείκνυσιν. "Α δὲ παρεδέξαμεθα περὶ τοῦ Κάθου ἐκ δεξιῶν μου, ὅτι εἰς τὸ Κυριακὸν σῶμα λέγεται. Εἰ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, ὡς φησὶν Ἱερεμίας :πάντα δὲ χωρεῖ ὁ Θεός, ὑπ' οὐδενὸς δὲ χωρεῖται :εἰς ποῖον καθέζεται ὁρόνον; Τὸ σῶμα τοίνυν ἐστιν, ᾧ λέγει :Κάθου ἐκ δεξιῶν μου.