Ancient Greek
647.2
Athanasius Alexandrinus, Fragmenta Varia 647.2
Unproofread scanNot analysed yet
Του αυτού (Αθανασίου) εκ της προς 'Αντιοχείς δογματικής επιστολής. Διὰ τοῦτο θεολογεῖται· μεν ο Λόγος, γενεαλογεῖται δὲ ὁ ἄνθρωπος, ἵνα πρὸς ἑκάτερα εἴη ὁ αὐτὸς φυσικῶς καὶ ἀληθῶς· Θεὸς μὲν πρὸς τῇ ἀιδιότητι τῆς θεότητος καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως, ἄνθρωπος δὲ πρὸς τῇ γεννήσει τῇ ἐκ γυναικὸς καὶ τῇ αὐξήσει τῆς ἡλικίας· καὶ Θεὸς μὲν ταῖς ζωτικαῖς ἐνεργείαις, ἄνθρωπος δὲ πρὸς ταῖς ὁμοιοτρόποις συμπαθείαις, καὶ ταῖς καθ' ἡμᾶς ἀσθενείαις.