Ancient Greek
654.2
Athanasius Alexandrinus, Fragmenta Varia 654.2
Unproofread scanNot analysed yet
20. Πάντα εἰπὼν ἐν αὐτῷ κτισθέντα ὁ μακάριος Παῦλος, αὐτὸν μόνον εἶπε πρὸ πάντων. Ἐκ γὰρ τῶν παλαιῶν πεπαιδευμένος νομομαθὴς ὢν, τὰς τε Παροιμίας τοῦ Σολομῶντος φιλοτήσας, καὶ αὐὸ εἰδὴ περὶ τοῦ Κυρίου εὑρὼν, ἐν μὲν περὶ τοῦ ἐκ Μαρίας ἐμελλεν ἀναλαμβάνειν ἀνθρώπου, ἕτερον δὲ περὶ τοῦ πρὸ πάντων αἰώνων ἀδὶως ἐκ τοῦ Πατρὸς γεννηθέντος Λόγου· καὶ περὶ μὲν τοῦ ἐκ Μαρίας Ἰησοῦ γράφει Τιμοθέῳ· Μνημονεύς Ἰησοῦν Χριστὸν ἐγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα· περὶ δὲ τοῦ ἀεὶ σὺν τῷ Πατρὶ Θεοῦ Λόγου εἶπε, ὅτι ἐστὶ πρὸ πάντων. Ἐλεγξάσθωσαν τοίνυν παρὰ πάντων τῶν ἁγίων οἱ λέγοντες τὸν τοῦ Θεοῦ Λόγον ἀρχὴν τῶν ἔργων κτισθέντα, καὶ παρὰ τοῦ Δαυὶδ ἀκούστωσαν, ὅτι οὐκ ἐστὶν ἔργον, ἀλλ’ ἔργων ποιητής, ὡς λέγει· Ἐργὰ χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς.