Ancient Greek
659.2
Athanasius Alexandrinus, Fragmenta Varia 659.2
Unproofread scanNot analysed yet
29. Κύριος, φησίν, ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ. Ἕτερόν ἐστιν · Ὁ οὐρανὸς μοι θρόνος, καὶ ἕτερόν ἐστιν ἐτοιμάζεσθαι θρόνον ἐν τῷ οὐρανῷ ὡς ἐπὶ τόπου τινός. Πολὺς μὲν ὁ περὶ τούτων λόγος ἐπὶ τοῦ παρόντος εἰς διήγησιν· οἱ δὲ προδηλωμένοι θρόνοι δηλοῦσι τὴν ὑποταγὴν πάσης κτίσεως. Ταῦτα δὲ παρεθέμθθα περὶ τοῦ, Κάθου ἐκ δεξιῶν μου, ὅτι εἰς τὸ Κυριακὸν σῶμα λέχθαι. Εἰ γὰρ, Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πλήρω, λέγει Κύριος, ὡς φησιν Ἰερεμίας· πάντα δὲ χωρεῖ ὁ Θεὸς, ὑπ’ οὐδενὸς δὲ οὐ χωρεῖται · εἰς ποῖον καθέζεται θρόνον; Τὸ σῶμα τοίνυν ἐστιν, ᾧ λέγει · Κάθου ἐκ δεξιῶν μου, οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, οἱ τοῖς Χριστοῦ κηρύγμασιν ἀντιπίπτοντες· δι’ οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος καὶ γέγονε καὶ ἐχρημάτισε, δι’ οὗ παρέδωκεν ἡμῖν μυστηρίω, λέγων · Τοῦτό ἐστι μου τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν, καὶ τὸ αἷμα τῆς Καινῆς Διαθήκης, οὐ τῆς Παλαιᾶς, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. Θεότης δὲ οὔτε σῶμα οὔτε αἷμα ἔχει, ἀλλ’ ἐν ἐφόρεσεν ἐκ τῆς Μαρίας ἄνθρωπον, αἴτιος τούτων γέγονε · περὶ οὗ εἶπον οἱ ἀπόστολοι · Ἦκουσιν τὸν ἀπὸ Ναζαρέθ, ἄνδρα ἀπὸ Θεοῦ ἀποδειχμένον εἰς ὑμᾶς. Ναζαρέτ πόλιν ἐπίγειον λέγει, καὶ οὐχὶ οὐράνιον. Ἄνδρα τε αὐτὸν φασί, καὶ οὐ Θεόν, πρὸς τοὺς Ἰουδαίους καὶ τοὺς ὁμοίως αὐτοῖς κατὰ σάρκα φρονοῦντας ἕκτος καὶ νῦν. Καὶ οἱ ἀπόστολοι καὶ αὐτὸς ὁ Κύριος περὶ ἑαυτοῦ ἀνθρωπίνως ἀπεκρίνατο λέγων · Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν ἐλάλησα; Οὐκ εἶπε, Ζητεῖτέ με ἀποκτεῖναι Θεόν ὄντα · Θεὸς γὰρ ἀπαθὴς καὶ ἀθάνατος ὤν, τὸν μὲν θάνατον καταργεῖ, τοὺς δὲ νεκροὺς ζωοποιεῖ λέγων · Ἐγὼ εἰμι ἡ ζωή. Πρὸς δὲ Φιλίππον, ἅμα τῷ ἀκούσαι