Ancient Greek
662.2
Athanasius Alexandrinus, Fragmenta Varia 662.2
Unproofread scanNot analysed yet
37. Ἐντεῦθεν τοίνυν ἐντερεῖσθαι οἱ διορίζοντες ὅτιν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, ὡςπερ τὴν ἀμπέλον ἀπὸ τοῦ γεωργοῦ, πληροφοροῦμενοι ἐκ τῶν Γραφῶν εἰς τὸ σῶμα τοῦ Κυρίου τὴν παραβολὴν λελέχθαι, καὶ οὐχ εἰς τὴν θεότητα. Ἐπειδὴν γὰρ τὸ ἅγιον μυστήριον, εὐλογήσας εἶπεν· Πιετε ἐξ αὐτοῦ πάντες· τοῦτο μοῦ ἐστι τὸ αἷμα τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον· καίπερ οὐχ αἷμα τοῦ Κυρίου ἐστὶν ὁ οἶνος, ἀλλὰ τῆς ἀμπέλου. Διὸ εἶπεν ὁ Κύριος περὶ τοῦ ἰδίου σώματος· Ἐγὼ εἰμι ἡ ἄμπελος. Αἷμα δὲ οὐχ ἐκ τοῦ πνεύματος τῆς τοῦ Λόγου θεότητος ἐκπορεύεται, ἀλλ’ ἐξ οὗ ἐφόρεσεν ἄνθρώπου.