Ancient Greek
679.2 to 679.6
Athanasius Alexandrinus, Fragmenta Varia 679.2-6
Unproofread scanNot analysed yet
Σοῦ αὐτοῦ. B Ἡ μέντοι Τριάς, καὶ λαβόντος σῶμα ἐκ Μαρίας τοῦ Λόγου, Τριάς ἐστιν, οὐ δεχομένη προσθήκην, οὐδὲ ἀφαιρέσιν· ἀλλὰ ἀεὶ τελεία ἐστὶ. Καὶ ἐν Τριάδι μία θεότης ἐπιγινώσκεται. Bέλτιον ἀποροῦντας σιωπῆν καὶ πιστεύειν, ἢ ἀπιστεῖν διὰ τὸ ἀπορεῖν. C Τοῦ ἁγίου Ἀθανασίου κατὰ τῶν συμμεταβαλλόντων τοὺς καιροὺς ἐν τοῖς δόγμασι. Τίς οὖν ἐπὶ τούτους Χριστιανούς ἠγήσεταί, παρ’ οἷς οὐ λόγος, οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιροὺς ἀλλάσσεται; D Ἀθανασίου ἐπισκόπου, ἐκ τοῦ εἰς τὸ, «Ὁ Λόγος σάρξ ἐγένετο. »