Ancient Greek
680.4
Athanasius Alexandrinus, Fragmenta Varia 680.4
Unproofread scanNot analysed yet
Τοῦ ἁγίου Ἀθανασίου, ἐκ τοῦ λόγου εἰς τὸ, «Κύριος ἐκτισέ με, »καὶ κατὰ Ἀρειανῶν. Καὶ γοῦν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, ἑκτενῶς προσεύχεται, καὶ τὸ γόνυ χλίνει, λέγων· Πάτερ, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν· ἴδιον αὐτῷ θέλημα λέγων τὸ τῆς σαρκός· ὅτι περ καὶ αὐτὴν τὴν ἡμετέραν σάρκα ἐν ἑαυτῷ οἰκείωσατο.