Ancient Greek · ~13 min
Chapter 12
Athanasius Alexandrinus, Oratio I contra Arianos 12.1
Not analysed yet
12. Περὶ γὰρ τῆς κτίσεως μνημονεύων, ἀκολούθως γράφει καὶ περὶ τῆς ἐν τῇ κτίσει τοῦ δημιουργοῦ δυνάμεως, ἥτις ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ, διʼ οὗ καὶ ‘τὰ πάντα γέγονεν. ᾿Εἰ μὲν οὖν αὐτάρκης ἐστὶν ἡ κτίσις ἀφʼ ἑαυτῆς μόνης χωρὶς Υἱοῦ γνωρίσαι τὸν Θεὸν, σκοπεῖτε μὴ πέσητε, νομίζοντες καὶ χωρὶς Υἱοῦ τὴν κτίσιν γεγονέναι· εἰ δὲ διʼ Υἱοῦ γέγονε, ‘καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν,ʼ ἐξ ἀνάγκης ὁ τὴν κτίσιν ὀρθῶς θεωρῶν θεωρεῖ καὶ τὸν ταύτην δημιουργήσαντα Λόγον, καὶ διʼ αὐτοῦ τὸν Πατέρα νοεῖν ἄρχεται· εἰ δὲ καὶ κατὰ τὸν Σωτῆρα, ‘οὐδεῖς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ· ᾿τῷ τε Φιλίππῳ λέγοντι, ‘Δεῖξον ἡμῖν τὸν Πατέρα,ʼ οὐκ ἔλεγε, ‘Βλέπε τὴν κτίσιν,ʼ ἀλλʼ ‘ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα· ᾿εἰκότως ὁ Παῦλος, αἰτιώμενος τοὺς Ἕλληνας, ὅτι, τὴν ἁρμονίαν καὶ τὴν τάξιν τῆς κτίσεως θεωροῦντες, οὐ διανοοῦνται περὶ τοῦ ἐν αὐτῇ δημιουργοῦ Λόγου· (τὰ γὰρ κτίσματα μηνύει τὸν ἑαυτῶν δημιουργόν·) ἵνα διʼ αὐτῶν καὶ τὸν ἀληθινὸν Θεὸν νοήσωσι, καὶ παύσωνται τῆς εἰς τὰ κτίσματα λατρείας, εἴρηκεν, ‘ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, ἵνα τὸν Υἱὸν σημάνῃ. Λέγοντες δὲ οἱ ἅγιοι, ‘ὁ ὑπάρχων πρὸ τῶν αἰώνων,ʼ καὶ ‘διʼ οὗ ἐποίησε τοὺς αἰῶνας, ᾿οὐδὲν ἦττον πάλιν τὸ ἀΐδιον εὐαγγελίζονται τοῦ Υἱοῦ καὶ τὸ αἰώνιον, ἐν ᾧ καὶ αὐτὸν τὸν Θεὸν σημαίνουσιν. Ὁ μὲν γὰρ Ἡσαΐας φησὶ, ‘Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· ᾿ἡ δὲ Σουσάννα ἔλεγεν, ‘ὁ Θεὸς ὁ αἰώνιος· ᾿ὁ δὲ Βαροὺχ ἔγραφε, ‘Κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου· ʼ καὶ μετʼ ὀλίγα, ‘Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου. ᾿Ἐπειδὴ δὲ καὶ πρὸς Ἑβραίους γράφων ὁ ἀπόστολός φησιν, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ᾿ψάλλει δὲ καὶ ὁ Δαβὶδ ἐν τῷ ὀγδοηκοστῷ ἐνάτῳ ψαλμῷ, ‘Καὶ ἡ λαμπρότης Κυρίου ἔστω ἐφʼ ἡμᾶς,ʼ καὶ, ‘ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· ʼ τίς οὕτως ἐστὶν ἀνόητος, ὡς ἀμφιβάλλειν περὶ τοῦ ἀεὶ εἶναι τὸν Υἱόν ; πότε γάρ τις εἶδε φῶς χωρὶς τῆς τοῦ ‘ἀπαυγάσματος᾿ λαμπρότητος, ἵνα καὶ περὶ τοῦ Υἱοῦ εἴπῃ, ‘ἦν ποτε ὅτε οὐκ ἦν,ʼ ἢ ὅτι ‘πρὶν γεννηθῆναι οὐκ ἦν ; ʼ Καὶ τὸ λεγόμενον δὲ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ πρὸς τὸν Υἱὸν, ‘Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων,ʼ οὐκ ἐπιτρέπει τινὰ κἂν τὸ τυχὸν διάστημα λογίσασθαι, ἐν ᾦ μὴ ὑπῆρχεν ὁ Λόγος. Εἰ γὰρ πᾶν διάστημα ἐν τοῖς αἰῶσι μετρεῖται, πάντων δὲ τῶν αἰώνων βασιλεύς ἐστι καὶ ποιητὴς ὁ Λόγος, ἀνάγκῃ, μὴ ὄντος κἂν τοῦ τυχόντος διαστήματος πρὸ αὐτοῦ, μανία τὸ λέγειν, ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ αἰώνιος,ʼ καὶ ‘ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱός. ᾿Λέγοντος δὲ καὶ αὐτοῦ τοῦ Κυρίου, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια,ʼ καὶ οὐ λέγοντος, ἐγενόμην ἀλήθεια,ʼ ἀλλʼ ἀεὶ τὸ εἰμὶʼ λέγοντος, ‘Ἐγώ εἰμι ὁ ποιμήν· ἐγώ εἰμι τὸ φῶς καὶ πάλιν, ‘Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ ; ʼ τίς, τὸ τοιοῦτον ἀκούων ῥῆμα παρὰ Θεοῦ καὶ Σοφίας καὶ Λόγου Πατρὸς περὶ ἑαυτοῦ λέγοντος, ἔτι διστάξειε περὶ τῆς ἀληθείας, καὶ οὐκ εὐθὺς πιστεύσει, ὅτι ἐν τῷ ‘εἰμὶʼ τὸ ἀΐδιον καὶ τὸ πρὸ παντὸς αἰῶνος ἄναρχον τοῦ Υἱοῦ σημαίνεται ;