Ancient Greek · ~11 min
Chapter 13
Athanasius Alexandrinus, Oratio I contra Arianos 13
Not analysed yet
13. Ὅτι μὲν οὖν τὸ ἀίδιον περὶ τοῦ Υἱοῦ αἱ γραφαὶ δείκνυνται λέγουσαι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἅπερ φθέγγονται οἱ Ἀρειανοὶ λέγοντες τὸ ‘οὐκ ἦν,ʼ καὶ τὸ ‘πρὶν,ʼ καὶ τὸ ‘ὅτε,ʼ αἱ αὐταὶ γραφαὶ περὶ τῶν κτισμάτων λέγουσι, δηλώσει πάλιν τὰ μέλλοντα λέγεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς περὶ τῆς καθʼ ἡμᾶς γενέσεως διηγούμενός φησι, ‘καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς· καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν· ʼ καὶ ἐν μὲν τῷ Δευτερονομίῳ· ‘ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. ᾿Ὁ δὲ Κύριος διὰ μὲν ἑαυτοῦ ἔλεγεν· ‘Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μοῦ ἐστι· καὶ νῦν προείρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε· ʼ περὶ δὲ τῆς κτίσεως διὰ Σολομῶνός φησι, ‘Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν βουνῶν γεννῷ με· ᾿καὶ, ‘πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. ᾿Περὶ δὲ Ἱερεμίου λέγει, ‘Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε. ᾿Καὶ ὁ μὲν Δαβὶδ ψάλλει, ‘Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ· πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ᾿ἐν δὲ τῷ Δανιὴλ, ‘Ἀνεβόησε φωνῇ μεγάλῃ Σουσάννα, καὶ εἶπεν, Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. ᾿Τὸ ἄρα ‘οὐκ ἦν ποτε,ʼ καὶ τὸ ‘πρὶν γενέσθαι,ʼ καὶ τὸ ‘ὅτε,ʼ καὶ ὅσα τοιαῦτά ἐστι λεξείδια ἐπὶ μὲν τῶν γενητῶν καὶ κτισμάτων, τῶν ἐξ οὐκ ὄντων γενομένων, ἁρμόζει λέγεσθαι, ἀλλότρια δὲ τοῦ Λόγου ἐστίν. Εἰ δὲ ταῦτα μὲν ἐπὶ τῶν γενητῶν, τὸ δὲ ‘ἀεὶʼ ἐπὶ τοῦ Υἱοῦ λέγουσιν αἱ γραφαὶ, οὐκ ἄρα, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς, οὐδὲ ὅλως τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς εἰκὼν καὶ Λόγος ἀΐδιός ἐστιν, οὐδὲ πώποτε οὐκ ὢν, ἀλλὰ ἀεὶ ὢν, ὡς ἀϊδίου ὄντος φωτὸς ἀίδιον ἀπαύγασμα. Τί τοίνυν χρόνους πρὸ τοῦ Υἱοῦ φαντάζεσθε; ἢ διὰ τί μετὰ χρόνους βλασφημεῖτε τὸν Λόγον, διʼ οὖ καὶ οἱ αἰῶνες γεγόνασι ; πῶς γὰρ ὅλως χρόνος ἢ αἰὼν ὑπέστη μήπω φανέντος καθʼ ὑμᾶς τοῦ Λόγου, διʼ οὗ τὰ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; ʼ ἢ διὰ τί, χρόνον σημαίνοντες, οὐ λέγετε φανερῶς, ‘ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Λόγος ; ʼ Ἀλλὰ τὸ μὲν ὄνομα τοῦ ‘χρόνου᾿ σκέπετε, πρὸς ἀπάτην τῶν ἀκεραίων, τὸ φρόνημα δὲ ὅλως ἑαυτῶν οὐ κρύπτετε, ἀλλʼ οὐδὲ κρύπτοντες λαθεῖν δύνασθε· πάλιν γὰρ χρόνους σημαίνετε λέγοντες, ἦν ποτε ὅτε οὐκ ἦν,ʼ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ.