Ancient Greek
Chapter 21
Athanasius Alexandrinus, Oratio I contra Arianos 21
Not analysed yet
21. Φέρε τοίνυν, ἴδωμεν τὰ τοῦ Πατρὸς, ἵνα καὶ τὴν εἰκόνα ἐπιγνῶμεν, εἰ αὐτοῦ ἐστιν. Ἀΐδιός ἐστιν ὁ Πατὴρ, ἀθάνατος, δυνατὸς, φῶς, βασιλεὺς, παντοκράτωρ, Θεὸς, Κύριος, κτίστης, καὶ ποιητής. Ταῦτα εἶναι δεῖ ἐν τῇ εἰκόνι, ἵνα ἀληθῶς ‘ὁ τὸν Υἱὸν ἑωρακὼς ἴδῃ τὸν Πατέρα.’ Εἰ δὲ μὴ οὕτως ἐστὶν, ἀλλʼ ὡς οἱ Ἀρειανοὶ φρονοῦσιν, γενητός ἐστι, καὶ οὐκ ἀΐδιος ὁ Υἱὸς, οὐκ ἔστιν αὕτη τοῦ Πατρὸς ἀληθὴς εἰκὼν, εἰ μὴ ἄρα λοιπὸν ἀπερυθριάσαντες εἴπωσιν, ὅτι καὶ τὸ ‘εἰκόναʼ λέγεσθαι τὸν Υἱὸν οὐχ ὁμοίας οὐσίας ἐστὶ γνώρισμα, ὄνομα δὲ μόνον ἐστὶν αὐτοῦ, Ἀλλὰ τοῦτο πάλιν, ὦ Χριστομάχοι, οὐκ ἔστιν εἰκὼν, οὐδὲ χαρακτήρ. Ποία γὰρ ἐμφέρεια τῶν ἐξ οὐκ ὄντων πρὸς τὸν κτίσαντα τὰ οὐκ ὄντα εἰς τὸ εἶναι; ἢ πῶς τῷ ὄντι τὸ οὐκ ἂν ὅμοιον εἶναι δύναται, λειπόμενον τῷ ποτε μὴ εἶναι, καὶ τῷ πρὸς τὰ γενόμενα τὴν σύνταξιν ἔχειν ; Τοιοῦτον γὰρ αὐτὸν εἶναι θέλοντες οἱ Ἀρειανοὶ, λογισμοὺς ἑαυτοῖς ἐπενόησαν, λέγοντες· ‘Εἰ γέννημά ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς καὶ εἰκὼν, καὶ ὅμοιός ἐστι κατὰ πάντα τοῦ Πατρὸς, ὀφείλει πάντως, ὥσπερ γεγέννηται, γεννᾷν καὶ ὁ Υἱὸς, καὶ γίνεσθαι καὶ αὐτὸς πατὴρ υἱοῦ· πάλιν τε ὁ ἐξ αὐτοῦ γεννώμενος γεννᾷν καὶ αὐτὸς, καὶ καθεξῆς ἕως εἰς ἄπειρον· τοῦτο γὰρ ὅμοιον δείκνυσι τὸν γεννηθέντα τοῦ γεννήσαντος,᾿ Ἐφευρεταὶ δυσφημιῶν ἀληθῶς οἱ θεομάχοι, οἵτινες, ἵνα μὴ τὸν Υἱὸν εἰκόνα τοῦ Πατρὸς ὁμολογήσωσι, σωματικὰ καὶ γήϊνα περὶ αὐτοῦ τοῦ Πατρὸς φρονοῦσι, τομὰς καὶ ἀποῤῥοίας καὶ ἐπιῤῥοίας κατηγοροῦντες κατʼ αὐτοῦ. Εἰ μὲν οὖν ὡς ἄνθρωπός ἐστιν ὁ Θεὸς, γινέσθω καὶ γεννητὴς, ὡς ἄνθρωπος, ἵνα καὶ ὁ Υἱὸς ἑτέρου γίνηται πατὴρ, καὶ οὕτω καθεξῆς ἐξ ἀλλήλων γινέσθωσαν, ἵνα καὶ εἰς πλῆθος θεῶν ἡ διαδοχὴ κατʼ αὐτοὺς αὐξάνῃ· εἰ δὲ ‘οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· ᾿(οὐκ ἔστι γάρ·) οὐ δεῖ τὰ ἀνθρώπων ἐπʼ αὐτοῦ λογίζεσθαι. Τὰ μὲν γὰρ ἄλογα ζῶα καὶ οἱ ἄνθρωποι ἐκ δημιουργικῆς ἀρχῆς κατὰ διαδοχῆς ἀλλήλων γεννῶνται· καὶ ὁ γεννώμενος, ἐκ γεννωμένου πατρὸς γεννηθεὶς, εἰκότως καὶ αὐτὸς ἑτέρου γίνεται πατὴρ, ἔχων ἐκ πατρὸς ἐν ἑαυτῷ τοῦτο, ἐξ οὗ καὶ αὐτὸς γέγονε. Διὸ οὐδέ ἐστιν ἐν τοῖς τοιούτοις κυρίῳς ‘πατὴῤ καὶ κυρίως ‘υἱὸς,ʼ οὐδὲ ἕστηκεν ἐπʼ αὐτῶν τὸ ‘πατὴρ’ καὶ τὸ ‘υἱός· ’ὁ γὰρ αὐτὸς υἱὸς μὲν τοῦ γεννήσαντος, πατὴρ δὲ τοῦ γεννωμένου ἐξ αὐτοῦ. Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως· οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεός· οὔτε γὰρ ὁ Πατὴρ ἐκ πατρός ἐστι· διὸ οὐδὲ γεννᾷ τὸν γεννησόμενον πατέρα· οὔτε ὁ Υἱὸς ἐξ ἀποῤῥοίας ἐστὶ τοῦ Πατρὸς, οὐδὲ ἐκ γεννηθέντος Πατρὸς γεγέννηται· διὸ οὐδὲ γεγέννηται εἰς τὸ γεννᾷν. Ὅθεν ἐπὶ τῆς θεότητος μόνης ὁ ‘πατὴρ’ κυρίως πατήρ ἐστι, καὶ ὁ ‘υἱὸς κυρίως υἱός ἐστι, καὶ ἐπὶ τούτων καὶ μόνων ἕστηκε τὸ πατὴρ ἀεὶ πατὴρ εἶναι, καὶ τὸ υἱὸς ἀεὶ υἱὸς εἶναι.