Ancient Greek
Chapter 29
Athanasius Alexandrinus, Oratio I contra Arianos 29
Not analysed yet
29. ‘Ἀλλʼ ἰδοὺ᾿ φασὶ, ‘καὶ ἀεὶ ποιητής ἐστιν ὁ Θεὸς, καὶ οὐκ ἐπιγέγονεν αὐτῷ τοῦ δημιουργεῖν ἡ δύναμις· ἆρʼ οὖν, ἐπειδὴ δημιουργός ἐστιν, ἀίδιά ἐστι καὶ τὰ ποιήματα, καὶ οὐ θέμις εἰπεῖν οὐδὲ ἐπὶ τούτων, Οὐκ ἦν πρὶν γενηθῇ ; ʼ Ἄφρονες οἱ Ἀρειανοί· τί γὰρ ὅμοιον υἱὸς καὶ ποίημα, ἵνα τὰ ἐπὶ τοῦ πατρὸς ταῦτα καὶ ἐπὶ τῶν δημιουργῶν εἴπωσι ; πῶς δὲ, τοσαύτης διαφορᾶς ἐν τοῖς ἔμπροσθεν δειχθείσης γεννήματος καὶ ποιήματος, ἐμμένουσι τῇ ἀμαθίᾳ ; Πάλιν οὖν τὸ αὐτό λεκτέον· τὸ ποίημα ἔξωθεν τοῦ ποιοῦντός ἐστιν, ὥσπερ εἴρηται, ὁ δὲ υἱὸς ἴδιον τῆς οὐσίας γέννημά ἐστι· διὸ καὶ τὸ μὲν ποίημα οὐκ ἀνάγκη ἀεὶ εἶναι· ὅτε γὰρ βούλεται ὁ δημιουργὸς, ἐργάζεται· τὸ δὲ γέννημα οὐ βουλήσει ὑπόκειται, ἀλλὰ τῆς οὐσίας ἐστὶν ἰδιότης. Καὶ ποιητὴς μὲν ἂν εἴη καὶ λέγοιτο, κἂν μήπω ᾖ τὰ ἔργα· πατὴρ δὲ οὐκ ἂν λεχθείη οὐδʼ ἂν εἴη, μὴ ὑπάρχοντος υἱοῦ. Ἐὰν δὲ περιεργάζωνται διὰ τί ὁ Θεὸς, ἀεὶ δυνάμενος ποιεῖν, οὐκ ἀεὶ ποιεῖ, μαινομένων μὲν καὶ αὕτη ἡ τόλμα. ‘Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο ; ᾿ἢ πῶς ‘ἐρεῖ τὸ πλάσμαʼ τῷ κεραμεῖ, ‘Τί με οὕτως ἐποίησας ; ᾿Ἵνα δὲ, κἂν ἀμυδρόν τινα λογισμὸν εὑρόντες, μὴ σιωπήσωμεν, ἀκουέτωσαν ὅτι, εἰ καὶ τῷ Θεῷ δυνατὸν ἀεὶ ποιεῖν, ἀλλʼ οὐκ ἠδύνατο τὰ γενητὰ ἀΐδια εἶναι· ἐξ οὐκ ὄντων γάρ ἐστι, καὶ οὐκ ἧν πρὶν γένηται. Τὰ δὲ οὐκ ὄντα πρὶν γένηται πῶς ἡδύνατο συνυπάρχειν τῷ ἀεὶ ὄντι Θεῷ ; Διὸ καὶ πρὸς τὸ λυσιτελὲς αὐτῶν ἀφορῶν ὁ Θεὸς, ὅτε εἶδεν ὅτι δύναται γενόμενα διαμένειν, τότε καὶ πεποίηκε πάντα. Καὶ ὥσπερ δυνάμενος καὶ ἐξ ἀρχῆς ἐπὶ τοῦ Ἀδὰμ, ἢ ἐπὶ Νῶε, ἢ ἐπὶ Μωϋσέως ἀποστεῖλαι τὸν ἑαυτοῦ Λόγον, οὐκ ἀπέστειλεν εἰ μὴ ἐπὶ συντελείᾳ τῶν αἰώνων· ᾿τοῦτο γὰρ εἶδε λυσιτελεῖν πάσῃ τῇ κτίσει· οὕτω καὶ τὰ γενητὰ, ὅτε ἠθέλησε καὶ λυσιτελὲς ἦν αὐτοῖς, ἐποίησεν. Ὁ δέ γε Υἱὸς, οὐκ ὢν ποίημα, ἀλλʼ ἴδιος τῆς οὐσίας τοῦ Πατρὸς, ἀεὶ ἔστιν· ἀεὶ γὰρ ὄντος τοῦ Πατρὸς, ἀεὶ εἶναι δεῖ καὶ τὸ ἴδιον τῆς οὐσίας αὐτοῦ, ὅπερ ἐστὶν ὁ Λόγος αὐτοῦ καὶ ἡ Σοφία. Καὶ τὰ μὲν κτίσματα κἂν μηδέπω ὑπάρχῃ. οὐκ ἐλαττοῖ τὸν ποιητήν· ἔχει γὰρ τὸ δύνασθαι δημιουργεῖν, ὅτε βούλεται· τὸ δὲ γέννημα, ἐὰν μὴ ἀεὶ συνῇ τῷ Πατρὶ, ἐλάττωμα τῆς τελειότητος τῆς οὐσίας αὐτοῦ ἐστιν. Ὅθεν τὰ μὲν ποιήματα, ὅτε ἠθέλησεν, ἐδημιουργήθη διὰ τοῦ Λόγου αὐτοῦ· ὁ δὲ Υἱὸς ἀεί ἐστιν ἴδιον γέννημα τῆς τοῦ Πατρὸς οὐσίας.