Ancient Greek · ~7 min
Chapter 42
Athanasius Alexandrinus, Oratio I contra Arianos 42
Not analysed yet
42. Καὶ γὰρ καὶ τὸ ῾ἐχαρίσατο αὐτῷ,᾿ οὐ δʼ αὐτὸν τὸν Λόγον γέγραπται· ἦν γὰρ πάλιν, καὶ πρὶν ἄνθρωπος γένηται, προσκυνούμενος, ὥσπερ εἴπομεν, ὑπότε τῶν ἀγγέλων καὶ πάσης τῆς κτίσεως, κατὰ τὴν πατρικὴν ἰδιότητα· ἀλλὰ διʼ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦτο πάλιν περὶ αὐτοῦ γέγραπται. Ὥσπερ γὰρ, ὡς ἄνθρωπος, ὁ Χριστὸς ἀπέθανε καὶ ὑψώθη, οὕτως, ὡς ἄνθρωπος, λέγεται ‘λαμβάνειν’ ὅπερ εἶχεν ἀεὶ ὡς Θεὸς, ἵνα εἰς ἡμᾶς φθάσῃ καὶ ἡ τοιαύτη δοθεῖσα χάρις. Οὐ γὰρ ἠλαττώθη ὁ Λόγος σῶμα λαβὼν, ἵνα καὶ χάριν ζητήσῃ λαβεῖν,’ ἀλλὰ μᾶλλον καὶ ἐθεοποίησεν ὅπερ ἐνεδύσατο, καὶ πλέον ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων τοῦτο. Ὥσπερ γὰρ ἀεὶ προσεκυνεῖτο, Λόγος ὢν καὶ ‘ἐν μορφῇ Θεοῦ ὑπάρχων,’ οὕτως ὁ αὐτὸς ὢν καὶ ἄνθρωπος γενόμενος, κληθείς τε Ἰησοῦς, οὐδὲν ἦττον ἔχει πᾶσαν ὑπὸ πόδα τὴν κτίσιν, καὶ ‘ἐν τῷ ὀνόματι τούτῳ τὰ γόνατα κάμπτουσαν αὐτῷ,᾿ καὶ ‘ἐξομολογουμένηνʼ ὅτι καὶ τὸ γενέσθαι σάρκα τὸν Λόγον, καὶ θάνατον ὑπομεῖναι σαρκὶ, οὐκ ἐπʼ ἀδοξίᾳ τῆς θεότητος αὐτοῦ γέγονεν, ἀλλʼ ‘εἰς δόξαν Θεοῦ Πατρός.’ Δόξα δὲ Πατρός ἐστι τὸν γενόμενον ἄνθρωπον καὶ ἀπολόμενον εὑρεθῆναι, καὶ νεκρωθέντα ζωοποιηθῆναι, καὶ ναὸν γενέσθαι Θεοῦ. Καὶ γὰρ καὶ τῶν ἐν οὐρανοῖς δυνάμεων, ἀγγέλων τε καὶ ἀρχαγγέλων ἀεὶ μὲν προσκυνούντων αὐτὸν, προσκυνούντων δὲ καὶ νῦν ‘ἐν τῷ ὀνόματι Ἰησοῦʼ τὸν Κύριον, ἡμῶν ἐστιν αὕτη ἡ χάρις καὶ ὑπερύψωσις, ὅτι τε καὶ ἄνθρωπος γενόμενος, προσκυνεῖται ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ οὐ ξενισθήσονται αἱ οὐράνιοι δυνάμεις βλέπουσαι τοὺς συσσώμους ἐκείνου πάντας ἡμᾶς εἰσαγομένους εἰς τὰς χώρας αὐτῶν. Ἄλλως δὲ οὐκ ἂν ἐγεγόνει τοῦτο, εἰ μὴ ὁ ‘ἐν μορφῇ Θεοῦ ὑπάρχων εἰλήφει δούλου μορφὴν, καὶ ταπεινώσας ἦν ἑαυτὸν, μέχρι θανάτουʼ συγχωρήσας φθάσαι τὸ σῶμα.