Ancient Greek
Chapter 48
Athanasius Alexandrinus, Oratio I contra Arianos 48
Not analysed yet
48. Ποία οὖν πάλιν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν ; ἢ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον ; ποῖος δὲ καὶ μισθὸς μείζων γένοιτʼ ἂν Θεῷ αἰωνίῳ καὶ βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός ; ἆῤ οὐ θεωρεῖτε ὅτι καὶ τοῦτο δι᾿ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονε καὶ γέγραπται, ἵνα ἄνθρωπος γενόμενος ὁ Κύριος θνητοὺς ὄντας καὶ προσκαίρους ἡμᾶς ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσαγάγῃ ; ἆῤ οὐκ ἐρυθριᾶτε, καταψευδόμενοι τῶν θείων λογίων ; Καὶ γὰρ τοῦ Κύριου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημήσαντος, ἡμεῖς μὲν ἐβελτιώθημεν, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι· καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος, (πάλιν γὰρ τὸ αὐτὸ λεκτέον·) ἐτράπη· ἀλλὰ, καθὼς γέγραπται, ‘ὁ Λόγος τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. ᾿Ἀμέλει ὥσπερ πρὸ τῆς ἐνανθρωπήσεως Λόγος ὢν ἐχορήγει τοῖς ἀγίοις ὡς ἴδιον τὸ Πνεῦμα, οὕτως καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι, καὶ λέγει τοῖς μαθηταῖς, ‘Λάβετε Πνεῦμα ἅγιον·’ καὶ Μωσεῖ μὲν ἐδίδου καὶ τοῖς ἄλλοις τοῖς ἑβδομήκοντα· δι᾿ αὐτοῦ τε ηὔχετο Δαβὶδ τῷ Πατρὶ, λέγων, ‘τὸ Πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ,’ Καὶ ἄνθρωπος δὲ γενόμενος ἔλεγεν, ‘ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας·’ καὶ ἔπεμψεν, ἀψευδὴς ὢν, ὁ τοῦ Θεοῦ Λόγος. Οὐκοῦν ‘Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶναςʼ μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμβάνων, διδοὺς μὲν ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. Οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ἧ Λόγος ἐστὶν, ὁ βελτιούμενος· εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει· ἀλλʼ οἱ ἄνθρωποί εἰσιν, οἱ ἀρχὴν ἔχοντες τοῦ λαμβάνειν ἐν αὐτῷ καὶ διʼ αὐτοῦ, Αὐτοῦ γὰρ νῦν λεγομένου ἀνθρωπίνως χρίεσθαι, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ χριόμενοι· ἐπειδὴ καὶ βαπτιζομένου αὐτοῦ, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βαπτιζόμενοι. Περὶ δὲ τούτων πάντων μᾶλλον ὁ Σωτὴρ φανερὸν ποιεῖ λέγων τῷ Πατρὶ, ‘Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν ἐσμεν.’ Δι᾿ ἡμᾶς ἄρα καὶ δόξαν ᾔτει, καὶ τὸ ‘ἔλαβε,ʼ καὶ τὸ ‘ἐχαρίσατο,’ καὶ τὸ ‘ὑπερύψωσε,’ λέλεκται· ἵνʼ ἡμεῖς λάβωμεν, καὶ ἡμῖν χαρίσηται, καὶ ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ, ὥσπερ καὶ ‘ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάζει, ἵνʼ ἡμεῖς ἁγιασθῶμεν ἐν αὐτῷ. ʼ