Ancient Greek · ~13 min
Chapter 55
Athanasius Alexandrinus, Oratio I contra Arianos 55.1
Not analysed yet
55. Τοιαῦτα δὴ οὖν καὶ οἱ Χριστομάχοι παθόντες, εἰς μυσαρὰν αἵρεσιν ἐκπεπτώκασιν. Εἰ γὰρ ἐγνώκεισαν τό τε πρόσωπον καὶ τὸ πρᾶγμα καὶ τὸν καιρὸν τοῦ ἀποστολικοῦ ῥητοῦ, οὐκ ἂν, τὰ ἀνθρώπινα εἰς τὴν θεότητα ἐκλαμβάνοντες, τοσοῦτον ἠσέβουν οἱ ἄφρονες. Τοῦτο δὲ δυνατὸν ἰδεῖν, εἰ τὴν ἀρχὴν τοῦ ἀναγνώσματός τις καλῶς ἐκλάβοι. Φησὶ γὰρ ὁ ἀπόστολος, ‘Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπʼ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ·’ εἶτα μετʼ ὀλίγα φησὶ, διʼ ἑαυτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παῤ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.’ Περὶ τοῦ καιροῦ ἄρα καθʼ ὃν ‘ἐλάλησεν ἡμῖν ἐν Υἱῷ,’ ὅτεκαὶ ‘τῶν ἁμαρτιῶν καθαρισμὸς’ γέγονε, μνημονεύει τὸ ἀποστολικὸν ῥητόν. Πότε δὲ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ ; καὶ πότε γέγονε καθαρισμὸς τῶν ἁμαρτιῶν ; πότε δὲ γέγονεν ἄνθρωπος, ἢ μετὰ τοὺς προφήτας ‘ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ;’ Εἶτα τοῦ διηγήματος ὄντος περὶ τῆς καθʼ ἡμᾶς οἰκονομίας, λέγων περὶ τῶν ἐσχάτων καιρῶν, ἀκολούθως ἐμνημόνευσεν ὅτι μήτε τοὺς προτέρους χρόνους ἐσιώπησε τοῖς ἀνθρώποις ὁ Θεός· ἐλάλησε γὰρ αὐτοῖς ‘διὰ τῶν προφητῶν.’ Καὶ ἐπειδὴ καὶ προφῆται διηκόνησαν, καὶ ‘διʼ ἀγγέλων ὁ νόμος ἐλαλήθη,’ καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε, καὶ ‘ἦλθε διακονῆσαι,’ ἀναγκαίως ἐπήγαγε τὸ ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων,ʼ δεῖξαι θέλων ὅτι ὅσον ὁ Υἱὸς διαφέρει δούλου, τοσοῦτον καὶ τῆς διακονίας τῶν δούλων ἡ τοῦ Υἱοῦ διακονία κρείττων γέγονε. Τὴν διακονίαν ἄρα διακρίνων ὁ ἀπόστολος τήν τε παλαιὰν καὶ τὴν καινὴν, παῤῥησιάζεται πρὸς Ἰουδαίους γράφων καὶ λέγων, ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.’ Διὰ τοῦτο γοῦν οὐδὲ τὸ ὅλον συγκριτικῶς εἴρηκε μείζων,᾿ ἢ ‘τιμιώτεροςʼ γενόμενος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται· ἀλλὰ ‘κρείττων’ εἴρηκεν, ἵνα τὸ διαλλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γεννητὰ γνωρίσῃ. Καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων γραφῶν, τοῦ μὲν Δαβὶδ ψάλλοντος, ‘Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας·’ τοῦ δὲ Σολομῶνος ἀναφωνοῦντος· ‘Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Πῶς γὰρ οὐκ εἰσὶν ἑτερούσια καὶ ἄλλα τὴν φύσιν ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι ; ποία δὲ συγγένεια ταῖς οὐρανίοις αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις ; ἢ τί ὅμοιον τῶν αἰωνίων καὶ πνευματικῶν τὰ πρόσκαιρα καὶ τὰ θνητά ; Καὶ τοῦτο γὰρ ἦν ὃ Ἡσαΐας φησί· ‘Τάδε λέγει Κύριος τοῖς εὐνούχοις, ὅσοι ἃν φυλάξωνται τὰ σάββατά μου, καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν· κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει.’ Οὕτως ἄρα οὐδεμία συγγένεια τῷ Υἱῷ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τὸ ‘κρείττων,’ ἀλλὰ διακριτικῶς διὰ τὸ ἀλλάττον τῆς τούτου φύσεως ἀπʼ ἐκείνων. Καὶ αὐτὸς οὖν ὁ ἀπόστολος, τὸ ‘κρείττωνʼ ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων, ὅτι ὁ μὲν Υἱὸς, τὰ δὲ δοῦλα· καὶ ὁ μὲν ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ‘ἐν δεξιᾶ κάθηται,ʼ τὰ δὲ ὡς δοῦλα παρέστηκε, καὶ ‘ἀποστέλλεται, καὶ λειτουργεῖ.’