Ancient Greek · ~8 min
Chapter 56
Athanasius Alexandrinus, Oratio I contra Arianos 56
Not analysed yet
56. Τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ. Καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα, ‘γενόμενος,᾿ οὔτε γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε. Εἰ μὲν γὰρ ἀπλῶς εἰρήκει τὸ ‘γενόμενος,’ καὶ ἐσιώπησεν, ἡ πρόφασις ἦν τοῖς Ἀρειανοῖς· ἐπειδὴ δὲ τὸν ‘Υἱὸνʼ προείρηκε, διʼ ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ ‘γενόμενοςʼ ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ ‘κρείττων’ συνῆψε τῷ ‘γενόμενος.’ Ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν, εἰδὼς, ὡς ἐπὶ ὁμολογουμένου γνησίου Υἱοῦ ὁ λέγων τὸ γενόμενος᾿ ἴσον τῷ ‘γεγενῆσθαι,ʼ καὶ ὅτι ἐστὶ ‘κρείττων,’ λέγει. Τὸ μὲνγὰρ γεννητὸν οὐ διαφέρει, κἂν λέγῃ τις ‘γέγονεν,ʼ ἢ, ‘πεποίηται·’ τὰ δὲ γενητὰ ἀδύνατον, δημιουργήματα ὄντα, λέγεσθαι ‘γεννητὰ,’ εἰ μὴ ἄρα, μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγονται, οὔτι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ Υἱοῦ ἐν τῷ Πνεύματι. Καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία γραφὴ, ἐπὶ μὲν τῶν γενητῶν λέγουσα, ‘Πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·’ καὶ, ‘Πάντα ἐν σοφίᾳ ἐποίησας·’ ἐπὶ δὲ τῶν υἱῶν τῶν γεννητῶν, ‘ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· ʼ καὶ, ‘Ἀβραὰμ δὲ ἦν ἑκατὸν ἐτῶν, ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ·’ ὁ δὲ Μωσῆς ἔλεγεν· ‘Ἐὰν γένωνταί τινι υἱοί.’ Οὐκοῦν εἰ μὲν τῶν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ Πατρὸς οὐσίας μόνον ἴδιον γέννημα ὁ Υἱὸς, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ ‘γενόμενοςʼ πρόφασις. Κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζωνται πάλιν λέγειν ‘συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν Υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως·’ αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρποκράτους καὶ τῶν ἄλλων αἱρετικῶν ζηλοῦντες καὶ φθεγγόμενοι, ὧν ὁ μὲν τοὺς ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ, ὁ δὲ Καρποκράτης ἀγγέλους τοῦ κόσμου δημιουργοὺς εἶναί φησι. Παῤ αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι συγκρίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς ἀγγέλοις.