Ancient Greek · ~13 min
Chapter 59
Athanasius Alexandrinus, Oratio I contra Arianos 59.1
Not analysed yet
59. Καὶ ὁ ἀπόστολος δὲ αὐτὸς οὐ τὴν οὐσίαν τοῦ Λόγου προηγουμένως συγκρῖναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε, ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων·’ ἀσύγκριτος γὰρ, μᾶλλον δὲ ἄλλο καὶ ἄλλο ἐστίν· ἀλλὰ πρὸς τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ Λόγου βλέπων καὶ τὴν τότε παῤ αὐτοῦ γενομένην οἰκονομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον τοῖς πρότερον· ἵνα, ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παῤ αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παῤ αὐτοῦ καὶ δι᾿ αὐτοῦ γενομένη χάρις κρείττων τῆς διʼ ἀγγέλων διακονίας γένηται. Δούλων μὲν γὰρ ἦν ἀπαιτεῖν μόνον τοὺς καρποὺς, Υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθεῖναι τὸν ἀμπελῶνα. Καὶ τὰ ἐπιφερόμενα γοῦν παρὰ τοῦ ἀποστόλου δείκνυσι τὴν διαφορὰν τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ λέγοντος· ‘Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, μήποτε παραῤῥυῶμεν. Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν· πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας ; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. ʼ Εἰ δὲ τῶν γενητῶν εἷς ἦν ὁ Υἱὸς, οὐ ‘κρείττωνʼ αὐτῶν ἦν, οὔτε ἐν τῇ ‘παρακοῇ’ τὸ μεῖζον τῆς τιμωρίας διʼ αὐτὸν ἀπέκειτο. Οὐδὲ γὰρ ἐν τῇ διακονίᾳ τῶν ἀγγέλων ἐνῆν καθʼ ἕκαστον αὐτῶν τὸ μεῖζον καὶ ἔλαττον ἐν τοῖς παραβαίνουσιν· ἀλλʼ εἷς ἦν ὁ νόμος, καὶ μία ἡ κατὰ τῶν παραβαινόντων ἐκδικία. Ἐπειδὴ δὲ οὐκ ἔστι τῶν γενητῶν ὁ Λόγος, ἀλλʼ Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο ὅσῳ κρείττων αὐτὸς, καὶ τὰ διʼ αὐτοῦ κρείττονα καὶ παρηλλαγμένα ἐστὶ, τοσούτῳ καὶ ἡ τιμωρία χείρων γένοιτο. Θεασάσθωσαν γοῦν τὴν διὰ τοῦ Υἱοῦ χάριν, καὶ ἐπιγνώτωσαν καὶ ἐκ τῶν ἔργων μαρτυρούμενον αὐτὸν, ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, μόνος δὲ αὐτὸς Υἱὸς ἀληθινὸς ‘ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν αὐτῷ.’ Ὁ νόμος δὲ ‘δι᾿ ἀγγέλων ἐλαλήθη,’ καὶ ‘οὐδένα τετελείωκεʼ δεόμενος τῆς τοῦ Λόγου ἐπιδημίας, ὡς εἴρηκεν ὁ Παῦλος· ἡ δὲ τοῦ Λόγου ἐπιδημία ‘τετελείωκε τὸ ἔργον’ τοῦ Πατρός. Καὶ τότε μὲν ‘ἀπὸ Ἀδὰμ μέχρι Μωσέως ὁ θάνατος ἐβασίλευσεν·’ ἡ δὲ τοῦ Λόγου παρουσία κατήργησε τὸν θάνατον·’ καὶ οὐκέτι μὲν ‘ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν· ἐν δὲ τῷ Χριστῷ πάντες ζωοποιούμεθα.’ Καὶ τότε μὲν ἀπὸ Δὰν μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, καὶ ἐν μόνῃ ‘τῇ Ἰουδαίᾳ γνωστὸς ἦν ὁ Θεός·’ νῦν δὲ ‘εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,’ καὶ ‘πᾶσα ἡ γῆ πεπλήρωται τῆς περὶ Θεοῦ γνώσεως,’ οἵ τε μαθηταὶ ‘ἐμαθήτευσαν πάντα τὰ ἔθνη,ʼ καὶ πεπλήρωται νῦν τὸ γεγραμμένον ‘Ἔσονται πάντες διδακτοὶ Θεοῦ.’ Καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα, ἄρτι δὲ ἡ ἀλήθεια πεφανέρωται· καὶ τοῦτο πάλιν αὐτὸς ὁ ἀπόστολος μετὰ ταῦτα φανερώτερον ἐξηγεῖται λέγων, κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς·’ καὶ πάλιν, ‘νῦν δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται·’ καὶ, ‘οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος. ᾿Καὶ αὖθίς φησιν· ‘Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.’ Τὸ ἄρα ‘κρεῖττον’ καὶ νῦν καὶ διʼ ὅλων τῷ Κυρίῳ ἀνατίθησι, τῷ κρείττονι καὶ ἄλλῳ παρὰ τὰ γενητὰ τυγχάνοντι. Κρείττων γὰρ ἡ δι᾿ αὐτοῦ θυσία, κρείττων ἡ ἐν αὐτῷ ἐλπὶς, καὶ αἱ διʼ αὐτοῦ ἐπαγγελίαι, οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγκρινόμεναι, ἀλλʼ ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι· ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας κρείττων τῶν γενητῶν ἐστι.