Ancient Greek
Chapter 60
Athanasius Alexandrinus, Oratio I contra Arianos 60
Not analysed yet
60. Καὶ τὸ λεγόμενον πάλιν, ‘γέγονεν ἔγγυος,ʼ τὴν ὑπὲρ ἡμῶν ἐγγύην, τὴν παῤ αὐτοῦ γενομένην, σημαίνει. Ὡς γὰρ Λόγος ὢν, ‘σὰρξ ἐγένετο,’ καὶ τὸ ‘γενέσθαι’ τῇ σαρκὶ λογιζόμεθα· (γενητὴ γάρ ἐστιν αὕτη, καὶ κτιστὴ τυγχάνει οὖσα·) οὕτω καὶ ἐνταῦθα τὸ ‘γέγονεν,ʼ ἵνα τοῦτο κατὰ δεύτερον σημαινόμενον ἐκλάβωμεν, διὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ γνῶσιν οἱ φιλονεικοῦντες ὅτι καὶ ἀπὸ ταύτης τῆς κακονοίας ἑαυτῶν ἐκπίπτουσιν· ἀκουέτωσαν ὅτι οὐ τὴν οὐσίαν αὐτοῦ γεγενῆσθαι σημαίνει ὁ Παῦλος, ὁ εἰδὼς αὐτὸν Υἱὸν καὶ Σοφίαν, καὶ ἀπαύγασμα, καὶ εἰκόνα τοῦ Πατρὸς, ἀλλʼ εἰς τὴν τῆς διαθήκης διακονίαν τὸ ‘γενέσθαιʼ καὶ νῦν λογίζεται, καθʼ ἣν ὁ ποτὲ ‘βασιλεύων θάνατος κατηργήθη. ᾿Καὶ γὰρ καὶ κατὰ τοῦτο κρείττων ἡ διʼ αὐτοῦ διακονία γέγονεν, ὅτι καὶ ‘τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,’ ἐκστήσας ἀπʼ αὐτῆς τὸ παράπτωμα, ἐν ᾧ διαπαντὸς ᾐχμαλωτίζετο, ὥστε μὴ δέχεσθαι τὸν θεῖον νοῦν. Τὴν δὲ σάρκα δεκτικὴν τοῦ Λόγου κατασκευάσας, ἐποίησεν ἡμᾶς ‘μηκέτι κατὰ σάρκα περιπατεῖν, ἀλλὰ κατὰ πνεῦμα,’ καὶ πολλάκις λέγειν· ‘Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλʼ ἐν πνεύματι·’ καὶ ὅτι ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς ‘εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα’ πάντας λυτρώσηται, καὶ ‘σωθῇ ὁ κόσμος διʼ αὐτοῦ.’ Τότε μὲν γὰρ, ὡς ὑπεύθυνος, ὁ κόσμος ἐκρίνετο ὑπὸ τοῦ νόμου· ἄρτι δὲ ὁ Λόγος εἰς ἑαυτὸν ἐδέξατο τὸ κρῖμα, καὶ τῷ σώματι παθὼν ὑπὲρ πάντων, σωτηρίαν τοῖς πᾶσιν ἐχαρίσατο. Τοῦτο δὲ βλέπων κέκραγεν Ἰωάννης· ‘Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. ʼ Κρείττων δὲ ἡ χάρις ἢ ὁ νόμος, καὶ ἡ ἀλήθεια παρὰ τὴν σκιάν.