Ancient Greek · ~11 min
Chapter 1
Athanasius Alexandrinus, Oratio II contra Arianos 1
Not analysed yet
1. ἘΓΩ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατʼ αὐτῶν ἐλέγχοις, καὶ ταῖς περὶ τῆς ἀληθείας ἀποδείξεσιν ἀρκεῖσθαι, καὶ παυομένους λοιπὸν, μεταγινώσκειν ἐφʼ οἷς ἐφρόνησάν τε καὶ ἐλάλησαν κακῶς περὶ τοῦ Σωτῆρος· αὐτοὶ δὲ, οὐκ οἶδ’ ὅπως, οὐδὲ οὕτως καταδύονται· ἀλλʼ ὡς χοῖροι καὶ κύνες περὶ ‘τὰ ἵδια ἐξεράματα’ καὶ τὸν ἑαυτῶν ‘βόρβορον κυλιόμενοι,ʼ ‘μᾶλλον ἐφευρίσκουσιν ἑαυτοῖς ἐπινοίας εἰς ἀσέβειαν. Μὴ νοοῦντες γοῦν μήτε τὸ ἐν ταῖς Παροιμίαις γεγραμμένον, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,ʼ μήτε τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ φιλονεικοῦσιν ἁπλῶς, λέγοντες ‘ποίημα καὶ κτίσμαʼ εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Καὶ ἤρκει μὲν ἀπὸ τῶν προειρημένων αὐτοὺς συνιδεῖν, εἰ μὴ τέλεον καὶ τὰς αἰσθήσεις ἀπώλεσαν, ὡς τῆς ἀληθείας μαρτυρησάσης, μὴ εἶναι ἐξ οὐκ ὄντων μηδὲ ὅλως τῶν γενητῶν τὸν Υἱόν· Θεὸς γὰρ ὢν, οὐδʼ ἂν εἴη ποίημα, οὐδὲ θέμις λέγειν αὐτὸν κτίσμα. Κτισμάτων γὰρ καὶ ποιημάτων ἴδιον τὸ λέγεσθαι ‘ἐξ οὐκ ὄντων,ʼ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ· ʼ ἀλλʼ ἐπειδὴ, ὥσπερ δεδιότες ἀποστῆναι τῆς ἰδίας μυθοπλαστίας, προφασίζονται συνήθως τὰ προειρημένα ῥητὰ τῶν θείων γραφῶν, τὰ καλῶς μὲν γεγραμμένα, ῥᾳδιουργηθέντα δὲ παῤ αὐτῶν· φέρε, πάλιν ἐπαναλαβόντες τὸν νοῦν τῶν προειρημένων, τοὺς μὲν πιστοὺς ὑπομνήσωμεν, τούτους δὲ δείξωμεν καὶ ἐξ ἑκάστου τούτων, μηδʼ ὅλως εἰδέναι τὸν Χριστιανισμόν. Εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἑαυτοὺς ‘συνέκλειον’ εἰς τὴν τῶν νῦν Ἰουδαίων ἀπιστίαν, ἀλλʼ ἐρωτῶντες ἐμάνθανον, ὅτι ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ᾿ὅτε δὲ εὐδοκήσαντος τοῦ Πατρὸς ὁ Λόγος αὐτὸς γέγονεν ἄνθρωπος, τότε εἰκότως εἴρηται περὶ αὐτοῦ παρὰ μὲν τοῦ Ἰωάννου τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο· ʼ παρὰ δὲ τοῦ Πέτρου, ‘Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησε·’ καὶ διὰ μὲν Σολομῶνος, ὡς παῤ αὐτοῦ· ᾿τοῦ Κυρίου, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ᾿παρὰ δὲ τοῦ Παύλου, ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· ᾿καὶ πάλιν, ‘ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· ᾿καὶ αὖθις, ‘Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ᾿τὰ τοιαῦτα γὰρ πάντα ῥητὰ τὴν αὐτὴν ἔχει δύναμιν καὶ διάνοιαν βλέπουσαν εἰς εὐσέβειαν, καὶ δεικνύουσαν τὴν θεότητα τοῦ Λόγου, καὶ τὰ ἀνθρωπίνως λεγόμενα περὶ αὐτοῦ, διὰ τὸ γεγενῆσθαι αὐτὸν καὶ υἱὸν ἀνθρώπου. Καὶ εἰ καὶ αὐτάρκη ταῦτα πρὸς ἀπόδειξιν κατʼ αὐτῶν, ὅμως ἐπειδὴ μὴ νοοῦντες τὸ παρὰ τοῦ ἀποστόλου λεγόμενον, (ἵνα τούτου πρῶτον μνησθῶ,) νομίζουσιν ἓν τῶν ποιημάτων εἶναι τὸν τοῦ Θεοῦ Λόγον, διὰ τὸ γεγράφθαι, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ ἀναγκαῖον ἡγησάμην τοῦτο πάλιν λέγοντας αὐτοὺς ἐντρέπειν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐλέγομεν, λαμβάνοντες παῤ αὐτῶν τὸ λῆμμα.