Ancient Greek · ~4 min
Chapter 15
Athanasius Alexandrinus, Oratio II contra Arianos 15
Not analysed yet
15. Αὕτη τοῦ ῥητοῦ κατά γε τὴν ἐμὴν οὐθένειαν ἡ διάνοια. Καὶ γὰρ ἀληθῆ καὶ χρηστὴν ἔχει τὴν αἰτίαν τὰ πρὸς τοὺς Ἰουδαίους τοιαῦτα ῥήματα τοῦ Πέτρου. Ἰουδαῖοι γὰρ πλανηθέντες ἀπὸ τῆς ἀληθείας, προσδοκῶσι μὲν ἐρχόμενον τὸν Χριστόν· οὐχ ἡγοῦνται δὲ αὐτὸν καὶ πάθος ἀναδέχεσθαι, λέγοντες ὅπερ οὐ νοοῦσιν· ‘Ἡμεῖς οἴδαμεν ὅτι, ὅταν ἔλθῃ ὁ Χριστὸς, μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι δεῖ αὐτὸν ὑψωθῆναι; ʼ ἔπειτα οὐ Λόγον γινόμενον ἐν σαρκὶ, ἀλλὰ ψιλὸν αὐτὸν ἄνθρωπον γίνεσθαι, ὡς πάντες γεγόνασιν οἱ βασιλεῖς ὑπολαμβάνουσιν. Ὁ μὲν οὖν Κύριος, τοὺς περὶ Κλεόπαν ἐντρέπων, ἐδίδασκεν, ὅτι τὸν Χριστὸν δεῖ πρῶτον παθεῖν· καὶ τοὺς ἄλλους δὲ Ἰουδαίους, ὅτι Θεὸν ἐπιδημῆσαι, λέγων· ‘Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι “βλασφημεῖς·” ὅτι εἶπὸν, Υἱὸς τοῦ Θεοῦ εἰμι;’