Ancient Greek · ~11 min
Chapter 18
Athanasius Alexandrinus, Oratio II contra Arianos 18
Not analysed yet
18. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Πέτρος οὐ ποίημα τὴν οὐσίαν τοῦ Λόγου σημαίνων ταῦτʼ ἔλεγεν· ᾔδει γὰρ αὐτὸν Υἱὸν τοῦ Θεοῦ, ὁμολογήσας, ‘Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος· ἀλλὰ τὴν κατὰ χάριν ποιηθεῖσαν καὶ γενομένην καὶ εἰς ἡμᾶς αὐτοῦ βασιλείαν καὶ κυριότητα. Καὶ γὰρ ταῦτα λέγων, οὐκ ἐσιώπησε περὶ τῆς ἀϊδίου καὶ πατρικῆς θεότητος τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἀλλὰ καὶ προειρηκὼς ἦν ὅτι καὶ τὸ Πνεῦμα ἐξέχεεν ἐφʼ ἡμᾶς. Τὸ δὲ μετʼ ἐξουσίας διδόναι τὸ Πνεῦμα οὐ κτίσματος οὐδὲ ποιήματός ἐστιν, ἀλλὰ Θεοῦ δῶρον. Τὰ μὲν γὰρ κτίσματα ἁγιάζεται παρὰ τοῦ ἁγίου Πνεύματος· ὁ δὲ Υἱὸς οὐχ ἁγιαζόμενος παρὰ τοῦ Πνεύματος, ἀλλὰ μᾶλλον αὐτὸς διδοὺς αὐτὸ τοῖς πᾶσι, δείκνυται μὴ κτίσμα, ἀλλὰ Υἱὸς ἀληθινὸς τοῦ Πατρὸς ὤν. Πλὴν ὅτι ὁ διδοὺς τὸ Πνεῦμα, ὁ αὐτὸς λέγεται καὶ πεποιῆσθαι· πεποιῆσθαι μὲν ἐν ἡμῖν Κύριος διὰ τὸ ἀνθρώπινον, διδοὺς δὲ, ὅτι τοῦ Θεοῦ Λόγος ἐστίν. Ἦν γὰρ ἀεὶ καὶ ἔστιν, ὥσπερ Υἱὸς, οὕτω καὶ Κύριος καὶ παμβασιλεὺς τῶν πάντων, ὅμοιος ὢν κατὰ πάντα τοῦ Πατρὸς, καὶ πάντα τὰ τοῦ Πατρὸς ἔχων, ὡς εἴρηκεν αὐτός. Φέρε λοιπὸν καὶ αὐτὸ τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, θεωρήσωμεν·’ εἰ καὶ μάλιστα, δειχθέντος τοῦ Λόγου, ὅτι μὴ ποίημά ἐστι, δέδεικται ὅτι μηδὲ κτίσμα ἐστί. Ταὐτὸν γάρ ἐστιν εἰπεῖν ποίημα καὶ κτίσμα· ὥστε καὶ τὴν ἀπόδειξιν τὴν περὶ τοῦ μὴ εἶναι ποίημα τὴν αὐτὴν εἶναι καὶ περὶ τοῦ μὴ εἶναι κτίσμα. Διὸ καὶ θαυμάσειεν ἄν τις αὐτοὺς ἐπινοοῦντας ἑαυτοῖς προφάσεις εἰς ἀσέβειαν, καὶ μὴ αἰσχυνομένους ἐπὶ τοῖς γενομένοις καθʼ ἕκαστον ἐλέγχοις. Πρότερον μὲν γὰρ ἐπενόουν ἀπατᾷν πυνθανόμενοι τῶν ἀκεραίων· ‘Ὁ ὢν τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος ἐποίησεν, ἢ τὸν ὄντα;’ καὶ. ‘Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς;’ ὡς δὲ δέδεικται τοῦτο σαθρὸν, ἐφεῦρον λέγειν· ‘Ἓν τὸ ἀγένητον, ἢ δύο;’ εἶτʼ ἐν τούτῳ διελεγχθέντες συνῆψαν εὐθύς· ‘Αὐτεξούσιός ἐστι, καὶ τρεπτῆς ἐστι φύσεως;’ Ἀλλὰ ἐκβληθέντος καὶ τούτου, πάλιν ἐφεῦρον λέγειν· ‘Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.’ Ὡς δὲ καὶ τοῦτο ἡ ἀλήθεια διήλεγξε, νῦν λοιπὸν ἐκεῖνα πάντα συνάγοντες, διὰ τοῦ ‘ποιήματος καὶ κτίσματος,ʼ τὴν αἵρεσιν αὐτῶν συνιστᾷν νομίζουσι. Πάλιν γὰρ ἐκεῖνα σημαίνουσι, καὶ οὐκ ἀφίστανται τῶν ἰδίων κακονοιῶν, τὰ αὐτὰ ποικίλως ἀντιμεταβάλλοντες καὶ μεταστρέφοντες, ὅπως ἴσως τῇ ποικιλίᾳ τινὰς ἀπατῆσαι δυνηθῶσιν. Εἰ καὶ τὰ μάλιστα τοίνυν καὶ τὰ προειρημένα δείκνυσιν αὐτῶν καὶ ταύτην τὴν ἐπίνοιαν ματαίαν· ὅμως, ἐπειδὴ τῷ ἐκ τῶν Παροιμιῶν ῥητῷ τεθρυλλήκασι τὰ πανταχοῦ, καὶ παρὰ πολλοῖς τοῖς ἀγνοοῦσι τὴν Χριστιανῶν πίστιν δοκοῦσι τι λέγειν, ἀναγκαῖον καὶ αὐτὸ τὸ ῥητὸν, ὥσπερ τὸ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ οὕτω καὶ τὸ ‘ἔκτισε,’ καθʼ ἑαυτὸ ἐξετάσαι· ἵνʼ, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ δειχθῶσι μηδὲν πλέον ἔχοντες ἢ φαντασίαν.