Ancient Greek · ~10 min
Chapter 23
Athanasius Alexandrinus, Oratio II contra Arianos 23
Not analysed yet
23. Ἀλλʼ εἴπερ κατὰ τοὺς αἰρετικοὺς ‘κτίσμα μὲν ἢ ποίημα ἦν, οὐχ ὡς ἓν δὲ τῶν κτισμάτων,ʼ διὰ τὸ ἐν δόξῃ διαφέρειν αὐτῶν, ἔδει πρὸς τὰ ἄλλα ποιήματα τῇ κατὰ τὸ βέλτιον συγκρίσει σημαίνεσθαί τε παρὰ τῆς γραφῆς καὶ δείκνυσθαι αὐτὸν, οἷον ἔδει λέγεσθαι αὐτὸν μείζονα ἀρχαγγέλων· ἔδει ἐντιμότερον τῶν θρόνων, καὶ λαμπρότερον μὲν ἡλίου καὶ σελήνης, μείζονα δὲ τῶν οὐρανῶν. Νῦν δὲ οὕτω μὲν αὐτὸς οὐ σημαίνεται Υἱὸν δὲ αὐτὸν ἴδιον καὶ μόνον δείκνυσιν ἑαυτοῦ ὁ Πατὴρ, λέγων· ‘Υἱός μου εἶ σύ·’ καὶ ‘Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα·’ διὸ καὶ ‘διηκόνουν αὐτῷ οἱ ἄγγελοι,ʼ ὡς ἄλλῳ παῤ αὐτοὺς ὄντι· καὶ προσκυνεῖται παῤ αὐτῶν, οὐχ ὡς τῇ δόξῃ μείζων, ἀλλʼ ὡς ἄλλος παρὰ πάντα τὰ κτίσματα καὶ παῤ ἐκείνους ὢν, μόνος δὲ τοῦ Πατρὸς ἴδιος ὢν κατʼ οὐσίαν Υἱός. Εἰ γὰρ ὡς ὑπερέχων τῇ δόξῃ προσεκυνεῖτο, ἔδει καὶ ἕκαστον τῶν ὑποβεβηκότων τὸν ὑπερέχοντα προσκυνεῖν. Ἀλλʼ οὐκ ἔστιν οὕτω· κτίσμα γὰρ κτίσματι οὐ προσκυνεῖ, ἀλλὰ δοῦλος δεσπότην, καὶ κτίσμα Θεόν, Πέτρος μὲν οὖν ὁ ἀπόστολος προσκυνῆσαι θέλοντα τὸν Κορνήλιον κωλύει, λέγων ὅτι ‘κἀγὼ ἄνθρωπός εἰμι·’ ἄγγελος δὲ θέλοντα προσκυνῆσαι τὸν Ἰωάννην ἐν τῇ Ἀποκαλύψει κωλύει, λέγων, ‘Ὄρα μή· σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.’ Οὐκοῦν Θεοῦ ἐστι μόνου τὸ προσκυνεῖσθαι· καὶ τοῦτο ἴσαι καὶ αὐτοὶ οἱ ἄγγελοι, ὅτι κἂν ἄλλων ταῖς δόξαις ὑπερέχωσιν, ἀλλὰ κτίσματα πάντες εἰσὶ, καὶ οὐκ εἰσὶ τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων τὸν Δεσπότην. Τὸν γοῦν πατέρα τοῦ Σαμψὼν τὸν Μανωὲ, θέλοντα θυσίαν προσενεγκεῖν τῷ ἀγγέλῳ, ἐκώλυσεν ὁ ἄγγελος λέγων ὅτι ‘μὴ ἐμοὶ, ἀλλὰ τῷ Θεῷ προσένεγκε.’ Ὁ δὲ Κύριος καὶ παῤ ἀγγέλων προσκυνεῖται· γέγραπται γὰρ, ‘καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·’ καὶ παρὰ πάντων δὲ τῶν ἐθνῶν, ὡς ὁ Ἡσαΐας φησὶν, ‘Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι·’ εἶτα ἐξῆς· ‘Καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ·’ τούς τε μαθητὰς προσκυνοῦντας δέχεται, καὶ πληροφορεῖ τούτους, ὅστις ἐστὶ λέγων· ‘Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύριος καὶ ὁ διδάσκαλος; καὶ καλῶς λέγετε· εἰμὶ γάρ.’ Καὶ τὸν Θωμᾶν δὲ λέγοντα αὐτῷ, ‘Ὁ Κύριός μου καὶ ὁ Θεός μου, συγχωρεῖ λέγειν, καὶ μᾶλλον ἀποδέχεται, μὴ κωλύων αὐτόν. Ἔστι γὰρ αὐτὸς, ὡς οἵ τε ἄλλοι προφήται λέγουσι, καὶ Δαβὶδ ψάλλει, ‘Κύριος τῶν δυνάμεων, Κύριος Σαβαὼθ ὃ ἑρμηνεύεται, ‘Κύριος τῶν στρατιῶν,ʼ καὶ Θεὸς ἀληθινὸς καὶ παντοκράτωρ, κἂν οἱ Ἀρειανοὶ ἐν τούτῳ διαῤῥηγνύωσιν ἑαυτούς.