Ancient Greek · ~9 min
Chapter 25
Athanasius Alexandrinus, Oratio II contra Arianos 25
Not analysed yet
25. Πῶς οὖν οὐκ ἄν τις αὐτῶν ἐκ τούτων τέλεον καταγνοίη τῆς ἀσεβείας, ἢν, μετὰ πολλῆς τῆς ἀφροσύνης ἑαυτοῖς κεράσαντες, οὐκ ἐρυθριῶσιν οὕτω καταμεθύοντες τῆς ἀληθείας. Εἰ μὲν γὰρ, διὰ τὸ κάμνειν τὸν Θεὸν πρὸς τὴν τῶν ἄλλων ἐργασίαν, φήσουσι μόνον αὐτὸν πεποιηκέναι τὸν Υἱὸν, καταβοήσει μὲν τούτων πᾶσα ἡ κτίσις, οὐκ ἄξια φθεγγομένων περὶ τοῦ Θεοῦ· ἐγγράφως δὲ ὁ Ἡσαΐας λέγων, ‘Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.’ Εἰ δὲ, ὡς ἀπαξιῶν ὁ Θεὸς τὰ ἄλλα ἐργάσασθαι, τὸν μὲν Υἱὸν μόνον εἰργάσατο, τὰ δὲ ἄλλα τῷ Υἱῷ ἐνεχείρισεν ὡς βοηθῷ, καὶ τοῦτο μὲν ἀνάξιον Θεοῦ, οὐκ ἔστι γὰρ ἐν Θεῷ τῦφος· ἐντρέψει δὲ αὐτοὺς ὅμως ὁ Κύριος λέγων, ‘Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς; καὶ πάλιν, ‘Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς τὰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν, μεριμνῶν, δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν, οὐδὲ νήθουσι. Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο, ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν· οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Εἰ γὰρ οὐκ ἀνάξιον Θεοῦ προνοεῖσθαι καὶ μέχρι τῶν οὕτω μικρῶν, τριχὸς κεφαλῆς, καὶ στρουθίου, καὶ τοῦ χόρτου τοῦ ἀγροῦ, οὐκ ἀνάξιον ἦν αὐτοῦ καὶ ταῦτα ἐργάσασθαι. Ὧν γὰρ τὴν πρόνοιαν ποιεῖται, τούτων καὶ ποιητής ἐστι διὰ τοῦ ἰδίου Λόγου. Ἄλλως τε καὶ μεῖζον ἄτοπον τοῖς τοῦτο λέγουσιν ἀπαντᾷ· διαιροῦσι γὰρ τὰ κτίσματα καὶ τὴν δημιουργίαν· καὶ τὸ μὲν τοῦ Πατρὸς ἔργον, τὰ δὲ τοῦ Υἱοῦ διδόασιν ἔργα· δέον ἢ καὶ τὰ πάντα μετὰ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς γίνεσθαι, ἢ εἰ διὰ τοῦ Υἱοῦ πάντα τὰ γενητὰ γίνεται, μὴ λέγειν αὐτὸν ἕνα τῶν γενητῶν εἶναι.