Ancient Greek · ~9 min
Chapter 28
Athanasius Alexandrinus, Oratio II contra Arianos 28
Not analysed yet
28. Ἰδοὺ πολλοὶ φωστῆρες, καὶ οὐ μόνος ὁ ἥλιος, οὐδὲ σελήνη μόνη, ἀλλʼ ἕκαστον μὲν ἕν ἐστι κατʼ οὐσίαν, μία δὲ καὶ κοινὴ πάντων ἐστὶν ἡ λειτουργία· καὶ τὸ ἑκάστου λεῖπον παρὰ τοῦ ἑτέρου πληροῦται· καὶ τοῦ φωτίζειν ἡ χρεία παρὰ πάντων γίνεται. Ἥλιος γοῦν τοῦ μεθʼ ἡμέραν μόνου διαστήματος φαίνειν ἔχει τὴν ἐξουσίαν, καὶ ἡ σελήνη τὴν νύκτα· οἱ δὲ ἀστέρες μετὰ τούτων τοὺς καιροὺς καὶ ἐνιαυτοὺς ἐκτελοῦσι, καὶ ἕκαστος εἰς σημεῖα γίνεται πρὸς τὴν ἀπαιτοῦσαν χρείαν. Οὕτω καὶ ἡ γῆ οὐκ εἰς πάντα, ἀλλʼ εἰς μόνους τοὺς καρποὺς, καὶ βάσιν εἶναι τῶν ἐν αὐτῇ ζώων· τό τε ‘στερέωμα διαχωρίζειν ἀνὰ μέσον ὕδατος καὶ ὕδατος,ʼ καὶ ἡ θέσις τῶν φωστήρων ἐν αὐτῷ ἐστιν· οὕτω καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ, μετὰ τῶν ἄλλων πάντων γέγονε, εἰς τὴν τῶν σωμάτων σύστασιν· καὶ ὅλως οὐδὲ ἓν μόνον, ἀλλʼ ἕκαστον τῶν γενομένων, ὥσπερ ‘ἀλλήλων ὄντα μέλη, ἓν καθάπερ σῶμα,ʼ τὸν κόσμον ἀποτελοῦσιν. Εἰ τοίνυν οὕτω καὶ τὸν Υἱὸῳ ὑπολαμβάνουσιν εἶναι, βαλλέσθωσαν παρὰ πάντων, μέρος νομίζοντες εἶναι τῶν πάντων τὸν Λόγον, καὶ μέρος οὐχ ἱκανὸν ἄνευ τῶν ἄλλων πρὸς τὴν ἐγχειρισθεῖσαν αὐτῷ λειτουργίαν. Εἰ δὲ τοῦτο ἐκ φανεροῦ δυσσεβές ἐστιν, ἐπιγνώτωσαν ὅτι μὴ τῶν γενητῶν ἐστιν ὁ Λόγος, ἀλλὰ τοῦ μὲν Πατρὸς μόνος ἴδιος Λόγος, τῶν δὲ γενητῶν δημιουργός. Ἀλλʼ εἰρήκασι· ‘Κτίσμα μὲν ἔστι, καὶ τῶν γενητῶν· ὡς δὲ παρὰ διδασκάλου καὶ τεχνίτου μεμάθηκε τὸ δημιουργεῖν, καὶ οὕτως ὑπηρέτησε τῷ διδάξαντι Θεῷ.’ Ταῦτα γὰρ καὶ Ἀστέριος ὁ σοφιστὴς, ὡς μαθὼν ἀρνεῖσθαι τὸν Κύριον, γράψαι τετόλμηκεν, οὐ συνορῶν τὴν ἐκ τούτων ἀλογίαν. Εἰ γὰρ διδακτόν ἐστι τὸ δημιουργεῖν, σκοπείτωσαν μὴ καὶ αὐτὸν τὸν Θεὸν εἴπωσι μὴ φύσει, ἀλλʼ ἐπιστήμῃ δημιουργὸν εἶναι, ὥστε καὶ δυνατὸν μεταπίπτειν ἀπʼ αὐτοῦ. Ἔπειτα εἰ ἡ Σοφία τοῦ Θεοῦ ἐκ διδασκαλίας ἐκτήσατο τὸ δημιουργεῖν, πῶς ἔτι σοφία ἐστὶ, δεομένη μαθημάτων; τί δὲ ἦν καὶ πρὸ τοῦ μαθεῖν; σοφία γὰρ οὐκ ἦν, λειπομένη διδασκαλίας. Κενὸν ἄρα τι πρᾶγμα ἦν, καὶ οὐκ ἔστιν οὐσιώδης σοφία· ἀλλʼ ἐκ προκοπῆς ἔσχε τὸ ὄνομα τῆς σοφίας, καὶ ἐπὶ τοσοῦτον ἔσται σοφία, ἕως ἂν ὃ μεμάθηκε φυλάττῃ. Ὃ γὰρ μὴ φύσει τινὶ, ἀλλʼ ἐκ μαθήσεως προσγέγονε, δυνατόν ἐστι καὶ ἀπομαθεῖν ποτε. Τοιαῦτα δὲ λέγειν περὶ τοῦ Λόγου τοῦ Θεοῦ, οὐ Χριστιανῶν, ἀλλὰ Ἑλλήνων ἐστί.