Ancient Greek · ~7 min
Chapter 38
Athanasius Alexandrinus, Oratio II contra Arianos 38
Not analysed yet
38. Τοῦτο δὲ καὶ μόνον φθεγξάμενοι, πῶς οὐκ ἄξιοι παντὸς μίσους εἰσίν; εἰ γὰρ, ὡς αὐτοὶ νομίζουσιν, οὐ διὰ τὴν ἐκ Πατρὸς γέννησιν καὶ τὸ ἴδιον τῆς οὐσίας Υἱός ἐστιν, ἀλλὰ διὰ τὰ λογικὰ λόγος, καὶ διὰ τὰ σοφιζόμενα σοφία, καὶ διὰ τὰ δυναμούμενα δύναμις λέγεται· πάντως που καὶ διὰ τοὺς υἱοποιουμένους υἱὸς ἐκλήθη· καὶ τάχα διὰ τὰ ὄντα ἔχει καὶ τὸ εἶναι κατʼ ἐπίνοιαν. Τί οὖν ἄρα λοιπόν ἐστιν αὐτός; οὐδὲν γὰρ ἂν εἴη τούτων αὐτὸς, εἰ ὀνόματα μόνον ἐστὶν αὐτοῦ ταῦτα, καὶ μόνην τοῦ εἶναι φαντασίαν ἔχει, διʼ ἡμᾶς καὶ τοῖς ὀνόμασι τούτοις καλλωπιζόμενος. Ἀλλὰ καὶ τοῦτο διαβολικὴ μᾶλλόν ἐστιν ἀπόνοια, τάχα δὲ καὶ πλεῖον, ὅτι ἑαυτοὺς μὲν ἀληθῶς ὑφεστάναι θέλουσι, τὸν δὲ τοῦ Θεοῦ Λόγον ὀνόματι μόνον εἶναι νομίζουσιν. Πῶς δὲ οὐ τερατολογία αὐτῶν καὶ ταῦτα, λέγειν μὲν Σοφίαν συνυπάρχουσαν τῷ Πατρὶ, μὴ λέγειν δὲ ταύτην εἶναι τὸν Χριστὸν, ἀλλὰ πολλὰς κτιστὰς δυνάμεις καὶ σοφίας εἶναι, τούτων δὲ μίαν εἶναι τὸν Κύριον, τὸν καὶ τῇ κάμπῃ καὶ τῇ ἀκρίδι παραβαλλόμενον παῤ αὐτῶν; πῶς δὲ καὶ οὐ πανοῦργοι, ὅτι, παῤ ἡμῶν μὲν ἀκούοντες συνυπάρχειν τὸν Λόγον τῷ Πατρὶ, γογγύζουσιν εὐθὺς φάσκοντες· ‘Οὐκοῦν δύο ἀγένητα λέγετε; αὐτοὶ δὲ λέγοντες τὸ ‘ἡ ἀγένητος αὐτοῦ σοφία,ʼ οὐχ ὁρῶσι κατʼ αὐτῶν φθάνουσαν, ἢν αἰτιῶνται, ματαίαν μέμψιν; Καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ διάνοια πῶς οὐ πάνυ μωρὰ, λέγειν τὴν ἀγένητον συνυπάρχουσαν τῷ Θεῷ Σοφίαν αὐτὸν εἶναι τὸν Θεόν; Τὸ γὰρ συνυπάρχον οὐχ ἑαυτῷ, τινὶ δὲ συνυπάρχει, ὡς περὶ τοῦ Κυρίου λέγουσιν οἱ εὐαγγελισταὶ, ὅτι συνῆν τοῖς μαθηταῖς· οὐ γὰρ ἑαυτῷ, ἀλλὰ τοῖς μαθηταῖς συνῆν· εἰ μὴ ἄρα σύνθετον εἴποιεν τὸν Θεὸν, ἔχοντα συμπεπλεγμένην ἢ συμπληρωτικὴν τῆς οὐσίας ἑαυτοῦ σοφίαν, ἀγένητον οὖσαν καὶ αὐτὴν, ἥντινα καὶ δημιουργὸν αὐτοὶ ἀντεισάγουσι τοῦ κόσμου, ἵνα καὶ τοῦ δημιουργεῖν τὸν Υὁὸν ἀφέλωνται. Πάντα γὰρ βιάζονται λέγειν, ἵνα μὴ περὶ τοῦ Κυρίου φρονήσωσιν ἐν ἀληθείᾳ.