Ancient Greek · ~7 min
Chapter 40
Athanasius Alexandrinus, Oratio II contra Arianos 40
Not analysed yet
40. Οὐκοῦν εἰ μήτε ἐν τοῖς θείοις λογίοις εὑρίσκεται ἄλλη σοφία παρὰ τοῦτον τὸν Υἱὸν, μήτε παρὰ τῶν πατέρων ἠκούσαμέν τι τοιοῦτον, ὡμολόγηται δὲ καὶ γέγραπται παρὰ τούτων ἀγενήτως ἡ σοφία συνυπάρχουσα τῷ Πατρὶ, ἰδία αὐτοῦ οὖσα, καὶ κόσμου δημιουργός· αὐτὸς ἂν εἴη ὁ Υἱὸς, ὁ καὶ κατʼ αὐτοὺς ἀϊδίως συνυπάρχων τῷ Πατρί. Αὐτὸς γάρ ἐστι καὶ δημιουργὸς, ὡς γέγραπται, ‘πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ γὰρ καὶ αὐτὸς Ἀστέριος, ὥσπερ ἐπιλαθόμενος ὧν πρότερον ἔγραψεν, ὕστερον κατὰ τὸν Καϊάφαν ἄκων καὶ αὐτὸς πρὸς Ἔλληνας ἐνιστάμενος, οὐκέτι μὲν πολλὰς σοφίας, οὐδὲ τὴν κάμπην ὀνομάζει, μίαν δὲ λοιπὸν ὁμολογεῖ, γράφων οὕτως· ‘Εἷς μὲν ὁ Θεὸς Λόγος, πολλὰ δὲ τὰ λογικά· καὶ μία μὲν τῆς Σοφίας οὐσία τε καὶ φύσις, πολλὰ δὲ τὰ σοφὰ καὶ καλά.’ Καὶ μετʼ ὀλίγα πάλιν λέγει· ‘Τίνες ἂν εἶεν οὓς παῖδας Θεοῦ προσαγορεύειν ἀξιοῦσιν; οὐ γὰρ δὴ λόγους τε καὶ τούτους ὑπάρχειν φήσουσιν, οὐδὲ σοφίας εἶναι πλείονας ἐροῦσιν. Οὐ γὰρ δυνατὸν, ἑνὸς ὄντος τοῦ Λόγου, καὶ μιᾶς ἀποδειχθείσης τῆς Σοφίας, τῷ πλήθει τῶν παίδων τοῦ Λόγου τὴν οὐσίαν ἐπινέμειν, καὶ τῆς Σοφίας χαρίζεσθαι τὴν ἐπωνυμίαν. Θαυμαστὸν τοίνυν οὐδὲν, εἰ πρὸς τὴν ἀλήθειαν οἱ Ἀρειανοὶ μάχονται. ὅπου γε καὶ τοῖς ἑαυτῶν προσκόπτοντες ἀλλήλοις συμπίπτουσι, ποτὲ μὲν λέγοντες πολλὰς εἶναι σοφίας, ποτὲ δὲ μίαν ἀποφαινόμενοι· καί ποτε μὲν τῇ κάμπῃ συνάπτουσι τὴν Σοφίαν, ποτὲ δὲ συνυπάρχειν τῷ Πατρὶ καὶ ἰδίαν αὐτοῦ λέγουσι· καὶ ἄλλοτε μὲν ἀγένητον μόνον τὸν Πατέρα, ἄλλοτε δὲ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν δύναμιν ἀγένητον. Καὶ μάχονται μὲν ἡμῖν λέγουσιν ‘ἀεὶ εἶναι τὸν τοῦ Θεοῦ Λόγον,ʼ αὐτοὶ δὲ λέγοντες ‘ἀγενήτως συνυπάρχειν τῷ Θεῷ τὴν σοφίαν,ʼ ἐπιλανθάνονται τῶν ἰδίων. Οὕτω πρὸς πάντα σκοτοδινιῶσι, τὴν μὲν ἀληθινὴν Σοφίαν ἀρνούμενοι, καὶ τὴν μὴ οὗσαν ἐξευρίσκοντες, ὡς οἱ Μανιχαῖοι πλάττοντες ἑαυτοῖς ἕτερον, καὶ τὸν ὄντα Θεὸν ἀρνούμενοι.