Ancient Greek · ~9 min
Chapter 42
Athanasius Alexandrinus, Oratio II contra Arianos 42
Not analysed yet
42. Διὰ τοῦτο καὶ τοῖς ἀγίοις ἐπαγγελλόμενος, οὕτως ἔλεγεν· ‘ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παῤ αὐτῷ ποιήσομεν·’ καὶ πάλιν, ‘ἵνʼ ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, κἀκεῖνοι ἓν ὦσιν ἐν ἡμῖν.’ Καὶ ἡ διδομένη δὲ χάρις μία ἐστὶ παρὰ τοῦ Πατρὸς ἐν Υἱῷ διδομένη, ὡς ὁ Παῦλος διὰ πάσης ἐπιστολῆς γράφει· ‘Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.’ Δεῖ γὰρ τὸ φῶς εἶναι μετὰ τῆς αὐγῆς, καὶ τὸ ἀπαύγασμα συνορᾶσθαι μετὰ τοῦ ἰδίου φωτός. Ὅθεν Ἰουδαῖοι μετὰ τούτων ‘ἀρνούμενοι τὸν Υἱὸν, οὐκ ἔχουσιν οὐδὲ τὸν Πατέρα· ᾿‘καταλείψαντες γὰρ τὴν πηγὴν τῆς σοφίας,ʼ ὡς ὀνειδίζων αὐτοὺς εἶπεν ὁ Βαροὺχ, ἀπέβαλον ἀφʼ ἑαυτῶν καὶ τὴν ἐκ ταύτης Σοφίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ‘Χριστὸς γὰρ,ʼ φησὶν ὁ ἀπόστολος, ‘Θεοῦ δύναμις καὶ Θεοῦ Σοφία· ʼ λέγοντες· ‘Οἰκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.’ Ἰουδαῖοι μὲν οὖν ἔχουσι τῆς ἀρνήσεως τὰ ἐπίχειρα τῆς ἐπιτιμίας· ἀπώλεσαν γὰρ σὺν τῇ πόλει καὶ τὸν λογισμόν. Οὖτοι δὲ κινδυνεύουσι λοιπὸν καὶ περὶ αὐτὸ τὸ πλήρωμα τοῦ μυστηρίου· φημὶ δὴ τὸ βάπτισμα. Εἰ γὰρ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ δίδοται ἡ τελείωσις, οὐ λέγουσι δὲ Πατέρα ἀληθινὸν, διὰ τὸ ἀρνεῖσθαι τὸ ἐξ αὐτοῦ καὶ ὅμοιον τῆς οὐσίας, ἀρνοῦνται δὲ καὶ τὸν ἀληθινὸν Υἱὸν, καὶ ἄλλον ἑαυτοῖς ἐξ οὐκ ὄντων κτιστὸν ἀναπλάττοντες ὀνομάζουσι, πῶς οὐ παντελῶς κενὸν καὶ ἀλυσιτελὲς τὸ παῤ αὐτῶν διδόμενόν ἐστι, προσποίησιν μὲν ἔχον, τῇ δὲ ἀληθείᾳ μηδὲν ἔχον πρὸς εὐσέβειαν βοήθημα; Οὐ γὰρ ‘εἰς Πατέρα καὶ Υἱὸν’ διδόασιν οἱ Ἀρειανοὶ, ἀλλʼ εἰς κτίστην καὶ κτίσμα, καὶ εἰς ποιητὴν καὶ ποίημα. Ὥσπερ δὲ ἄλλο ἐστὶ κτίσμα παρὰ τὸν Υἱὸν, οὕτως ἄλλο ἂν εἴη τῆς ἀληθείας τὸ παῤ αὐτῶν νομιζόμενον δίδοσθαι, κἂν τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τὸ γεγραμμένον, ὀνομάζειν προσποιῶνται. Οὐ γὰρ ὁ λέγων ἁπλῶς, ‘Κύριε,ʼ οὗτος καὶ δίδωσιν, ἀλλʼ ὁ μετὰ τοῦ ὀνόματος καὶ τὴν πίστιν ἔχων ὀρθήν. Διὰ τοῦτο γοῦν καὶ ὁ Σωτὴρ οὐχ ἀπλῶς ἐνετείλατο βαπτίζειν, ἀλλὰ πρῶτόν φησι, ‘μαθητεύσατε·’ εἶθʼ οὕτως· ‘βαπτίζετε εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος·’ ἵνʼ ἐκ τῆς μαθήσεως ἡ πίστις ὀρθὴ γένηται, καὶ μετὰ πίστεως ἡ τοῦ βαπτίσματος τελείωσις προστεθῇ.