Ancient Greek · ~9 min
Chapter 53
Athanasius Alexandrinus, Oratio II contra Arianos 53
Not analysed yet
53. Τὸ ἄρα ‘ἔκτισε’ καὶ τὸ ‘ἔπλασεʼ καὶ τὸ ‘κατέστησε,’ τὴν αὐτὴν ἔχοντα διάνοιαν, οὐ τὴν ἀρχὴν τοῦ εἶναι αὐτὸν, οὐδὲ τὴν οὐσίαν αὐτοῦ κτιστὴν δείκνυσιν, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κατʼ εὐεργεσίαν γενομένην ἀνανέωσιν. Ταῦτα γοῦν λέγων, ἐδίδασκεν ὅμως καὶ πρὸ τούτων ὑπάρχειν ἑαυτὸν, ὅτε ἔλεγε, ‘πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι·’ καὶ, ‘ἡνίκα τὸν οὐρανὸν ἡτοίμαζε, συμπαρήμην αὐτῷ·’ καὶ, ‘ἤμην παῤ αὐτῷ ἁρμόζουσα.’ Ὥσπερ δὲ ἦν αὐτὸς ‘πρὶν Ἀβραὰμ γενέσθαι,’ ὁ δὲ Ἰσραὴλ μετὰ τὸν Ἀβραὰμ γέγονε, καὶ δῆλόν ἐστιν ὅτι προϋπάρχων ὕστερον ‘πλάττεται,’ καὶ ἡ πλάσις οὐ τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλὰ τὴν ἐνανθρώπησιν σημαίνει, ἐν ᾗ καὶ ἐπισυνάγει τὰς φυλὰς τοῦ Ἰσραήλ· οὕτως ἄρα ἀεὶ συνὼν τῷ Πατρὶ, αὐτὸς τῆς κτίσεως δημιουργός ἐστι, καὶ δῆλόν ἐστιν ὅτι δεύτερά ἐστιν αὐτοῦ τὰ ἔργα, καὶ τὸ ‘ἔκτισενʼ οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸν, ἀλλὰ τὴν εἰς τὰ ἔργα γενομένην οἰκονομίαν, ἣν ἐν τῇ σαρκὶ πεποίηκε, γνωρίζει. Ἔπρεπε γὰρ, ἄλλον αὐτὸν ὄντα τῶν ἔργων, καὶ μᾶλλον δημιουργὸν αὐτῶν ὄντα αὐτὸν, καὶ τὴν τούτων ἀνανέωσιν εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα, αὐτοῦ κτιζομένου εἰς ἡμᾶς, τὰ πάντα εἰς ἑαυτὸν ἀνακτίσηται. Καὶ γὰρ λέγων ‘ἔκτισεν, εὐθὺς καὶ τὴν αἰτίαν ἐπήγαγε, λέγων, τὰ ἔργα,ʼ ἵνα τὸ ‘εἰς τὰ ἔργα κτίζεσθαιʼ τὸ γίνεσθαι ἄνθρωπον δηλώσῃ εἰς τὴν τούτων ἀνανέωσιν. Καὶ τοῦτο ἔθος ἐστὶ τῇ θείᾳ γραφῇ· ὅταν μὲν γὰρ σημαίνῃ τὴν κατὰ σάρκα γένεσιν τοῦ Λόγου, τίθησι καὶ τὴν αἰτίαν, διʼ ἣν γέγονεν ἄνθρωπος· ὅταν δὲ περὶ τῆς θεότητος αὐτοῦ αὐτός τε λέγῃ, καὶ οἱ τούτου θεράποντες ἐπαγγέλλωσι, πάντα ἁπλῇ τῇ λέξει, ἀπολελυμένῃ τε τῇ διανοίᾳ, καὶ οὐδὲν μετὰ συμπεπλεγμένης αἰτίας λέγεται. Τοῦ γὰρ Πατρός ἐστιν ἀπαύγασμα· ὥσπερ δὲ ὁ Πατὴρ οὐ διά τινα αἰτίαν ἐστὶν, οὕτως οὐδὲ τοῦ ἀπαυγάσματος τούτου χρὴ ζητεῖν τὴν αἰτίαν. ‘Ἐν ἀρχῇ οὖν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος γέγραπται· καὶ οὐκ ἔχει τὸ διὰ τί ὅτε δὲ ‘ὁ Λόγος σὰρξ ἐγένετο,’ τότε καὶ τὴν αἰτίαν τίθησι, δι᾿ ἣν γέγονε, λέγων ‘καὶ ἐσκήνωσεν ἐν ἡμῖν,ʼ Πάλιν τε ὁ ἀπόστολος λέγων, ‘ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,ʼ οὐκ ἔθηκε τὴν αἰτίαν εἰ μὴ ὅτε ‘τὴν μορφὴν ἔλαβε τοῦ δούλου· ᾿τότε γὰρ ἐπιφέρει λέγων, ‘ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυποῦ᾿ διὰ ταῦτα γὰρ καὶ σὰρξ γέγονε καὶ μορφὴν ἔλαβε δούλου.